Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Προφητείες για την ενανθρώπηση, το πάθος και το μυστήριο του βαπτίσματος

Εξέταση των προφητικών αποκαλύψεων του ψαλμού για την αθόρυβη ενανθρώπηση του Λόγου, τη σταύρωση, την ανάσταση και την καθαρτική χάρη του ιερού βαπτίσματος μέσω του τύπου του υσσώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Τί ἐστι τοῦτο; Ἐπειδὴ παραγενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ, οὐκ ἦλθε σείων τὴν οἰκουμένην, οὐδὲ ἀστραπὰς ἀφεὶς, οὐδὲ κεραυνοὺς πέμπων, οὐδὲ γυμνῇ τῇ θεότητι· πάντα γὰρ ἂν ἀπώλετο, εἰ ἦλθε γυμνῇ τῇ θεότητι· οὐκ ἂν τὰ ὄρη ἤνεγκαν· ἐπειδὴ, Ἐπιβλέπει ἐπὶ τὴν γῆν, καὶ ποιεῖ αὐτὴν τρέμειν, διότι ἅπτεται τῶν ὀρέων, καὶ καπνίζονται. Εἰ γυμνὴν τὴν οὐσίαν ἔδειξεν, ὁ ἥλιος ἂν ἐσβέσθη, ἡ σελήνη ἂν ἠφανίσθη, θάλαττα ἂν ἐξηράνθη, γῆ ἂν ἀπώλετο, ἡ φύσις ἡμῶν παρελύθη. Διὰ τοῦτο σάρκα περιεβάλετο, ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, οὐδὲ αὐτοῦ τοῦ διαβόλου· ἀλλ᾽ ἦλθεν ἠρέμα, καὶ ᾤκησεν εἰς μήτραν παρθενικήν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Λίθος τήκεται, καὶ μήτρα οὐ τήκεται· τὰ ὄρη διαφθείρεται, καὶ ἡ μήτρα Θεὸν βαστάζει. Πῶς ἑρμηνεύσω; πῶς παραστήσω; Ὢ ἀπόνοια τοῦ αἱρετικοῦ!

Πῶς ἡ δούλη τὸν Δεσπότην ἐβάστασεν; Ὁ ἐξετάζων τὰ ἄνω, εἰπὲ τὰ κάτω· ὁ πανταχοῦ παρὼν πῶς ἐν τῇ μήτρᾳ ἦν, καὶ οὐ συνεκλείετο; Καὶ γὰρ καὶ ἐν τῇ μήτρᾳ ἦν, καὶ ἐν τῷ θρόνῳ ἐκαθέζετο Τὸ δὲ πῶς, οὐκ οἶδα· πίστει δέχομαι, οὐ περιεργάζομαι λογισμῷ. Ἀλλ᾽ ὅτι ἀψοφητὶ μέλλει παραγίνεσθαι, οὐ ταράττων, οὐδὲ θορυβῶν, Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Οὐκ εἶπεν, Ἐπὶ τὴν γῆν, ἀλλ᾽, Ἐπὶ πόκον. Ἐπὶ γὰρ τὴν γῆν καταβαίνων ὁ ὑετὸς ψόφον ποιεῖ· ἐπὶ δὲ ἔριον καὶ πόκον καταβαίνων ψόφον οὐ ποιεῖ· τὸ γὰρ ἁπαλὸν τοῦ ἐρίου ἐκλύει τὸ ῥαγδαῖον τῆς καταβολῆς τοῦ ὑετοῦ.

ηʹ. Καὶ ἵνα μάθῃς ὅτι ἀψοφητὶ ἦλθεν, οὐ ταράττων, οὐ θορυβῶν, οὐκ ἀπολλύων, οὐ λυμαινόμενος, Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Εἶπες αὐτοῦ τὴν κατάβασιν τὴν ἀψοφητὶ γενομένην· λέγε αὐτοῦ καὶ τὴν προδοσίαν· Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν.

Λέγε τῶν Ἰουδαίων τὸν φθόνον· Ἐμίσησάν με δωρεάν. Λέγε αὐτοῦ καὶ τὸ δικαστήριον· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Λέγε αὐτοῦ καὶ τὸν σταυρόν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Λέγε αὐτοῦ καὶ τὴν βρῶσιν καὶ τὴν πόσιν· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Λέγε καὶ τὴν ἐκβολὴν τῶν Ἰουδαίων· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Λέγε καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος. φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγε αὐτοῦ καὶ τὰς παρὰ Ἰουδαίων λοιδορίας· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Λέγε αὐτοῦ καὶ τὸν τάφον· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ. Λέγε αὐτοῦ καὶ τὴν ἀνάστασιν· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

Λέγε αὐτοῦ καὶ τὴν ἀνάβασιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Λέγε αὐτοῦ καὶ τὴν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λέγε αὐτοῦ καὶ τὴν δόξαν τῆς Ἐκκλησίας· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

Λέγε καὶ τὸν χορὸν τῶν παρθένων· Ἀπενεχθήσονται παρθένοι ὀπίσω αὐτῆς. Λέγε καὶ τῶν ἀποστόλων τὴν ἐκλογήν· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου. Λέγε καὶ τὸ βάπτισμα· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Λέγε καὶ τὰ μυστήρια· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· λέγε καὶ τὸ χρῖσμα· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Λέγε καὶ τὴν αἴτησιν τῶν ἐθνῶν· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἰδοὺ γὰρ, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. [Ἐγὼ μέντοι συγγνώμης οὐδεμιᾶς ἐμαυτὸν ἄξιον νομίζω, μετὰ τοσαύτας δωρεὰς γεγενημένος ἀχάριστος. Οὐ γὰρ μόνον τοῖς βασιλικοῖς ἐνίδρυσας θρόνοις, ἀλλὰ καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐνανθρώπησιν καὶ τὸ σωτήριον πάθος καὶ τὴν ἀνάστασιν.

Ταῦτα πάντα παρὰ τοῦ ἁγίου σου προδιδαχθεὶς Πνεύματος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθεσπίζω τοῖς ἄλλοις. Διὸ βοῶ· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Μόνη γὰρ ἡ τοῦ βαπτίσματος δωρεὰ ταύτην ἐργάσασθαι τὴν κάθαρσιν δύναται.] Διό φησιν, ὅτι τῆς δοθησομένης ἅπασιν ἀνθρώποις προσδέομαι χάριτος. Ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαι με δύναται μόνη, καὶ τῆς χιόνος μου τὴν λευκότητα δοῦναι. Ὅτι δὴ τὸ ὕσσωπον οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων εἰργάζετο, ῥᾴδιον ἐκ τῶν Μωσαϊκῶν συγγραμμάτων καταμαθεῖν. Ἑτέρων τοίνυν ἐστὶ πραγμάτων τὸ ὕσσωπον αἴνιγμα. Ὑσσώπῳ γὰρ ἐν Αἰγύπτῳ τῷ αἵματι τοῦ προβάτου ταῖς φλιαῖς ἐπιῤῥαίνοντες, τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφυγον.

Τύπος δὲ ἐκεῖνα τῶν σωτηρίων παθημάτων. Αἷμα γὰρ κἀνταῦθα, καὶ ξύλον σωτήριον, καὶ σωτηρία τοῖς μετὰ πίστεως προσιοῦσι χορηγουμένη. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.