Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η αίτηση της πνευματικής ανακαινίσεως και η αληθινή θυσία

Ανάλυση της ικεσίας του Δαβίδ για την επιστροφή του Αγίου Πνεύματος και την ανακαίνιση της καρδίας. Η ταπεινοφροσύνη και το συντετριμμένο πνεύμα προβάλλονται ως η ανώτερη θυσία, προαναγγέλλοντας τη νέα Σιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Ταύτης, φησὶ, τῆς εὐφροσύνης τὰ ὦτα ἔμπλησον, τὴν τελείαν κάθαρσιν ὑπισχνούμενος, ἵνα εἰς ἅπαντα ἡ θυμηδία διαδράμῃ τὰ τοῦ σώματος μόρια, καὶ τὰ νῦν τεταπεινωμένα ὀστᾶ τῇ κακουχίᾳ ἀνθήσῃ πάλιν, καὶ ἀπολάβῃ τὴν οἰκείαν ἰσχύν. Μηδὲ ἴδῃς, φησὶ, τὰς ὑπ᾽ ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ᾽ ἐμὲ τὸν ταύτας ὀλοφυρόμενον, καὶ τὴν ἀνομίαν μου ἐξάλειψον. Τί θέλεις, ὦ προφῆτα; Ἐλύθη σου τὸ ἁμάρτημα, ἠφανίσθη σου ἡ τιμωρία. Οὐκ ἀρκοῦμαι τούτοις· φιλάνθρωπον ἔχω Δεσπότην, πλείονα διδόντα ὧν αἰτῶ. Καὶ τί θέλεις; Προφήτης ἤμην· θέλω προφήτης εἶναι πάλιν. Τὴν παῤῥησίαν ἐκείνην ζητῶ, τὴν δωρεὰν τοῦ Πνεύματος, τὴν χάριν τὴν μεγάλην. Ἀπέστη ἀπ᾽ ἐμοῦ ἡ χάρις, καθάπερ περιστερὰ βόρβορον βλέπουσα· καθάπερ μέλιτταν βούλομαι αὐτὴν ἐπανελθεῖν. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Εἰπὲ τί θέλεις φανερῶς. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. [Ἐπειδὴ γὰρ τὸ γῆρας ἐδεξάμην τῆς ἁμαρτίας, τῇ σῇ με φιλανθρωπίᾳ καινούργησον. Ταῦτα καὶ δι᾽ Ἰεζεκιὴλ τοῦ προφήτου τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις ὑπέσχετο. Δώσω γὰρ αὐτοῖς, φησὶ, καρδίαν καινὴν καὶ πνεῦμα καινόν. Πνεῦμα δὲ οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν· τουτέστι, τῇ μακρᾷ ταύτῃ παιδεύσας παιδείᾳ, καὶ διδάξας ὑμᾶς οἵους ἡ ἁμαρτία φύει καρποὺς, τὴν ἀρετὴν αἱρεῖσθαι παρασκευάσω. Τοῦτο κἀνταῦθα ὁ μακάριος ᾔτησε Δαυῒδ, τήν τε βλαβεῖσαν αὐτοῦ νεουργηθῆναι καρδίαν, καὶ τὸ λογικὸν ῥωσθῆναι, ὥστε τὴν εὐθεῖαν τρέχειν ὁδόν. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.] θʹ. Ὢ εὐγένεια ψυχῆς! ὢ ἔρως περὶ Θεόν! Ἵνα λαλῇς μοι πάλιν, καὶ ἐγώ σοι λαλῶ, τὴν φιλίαν ἐκείνην ζητῶ, τὴν συνουσίαν. Τί γὰρ, ὅτι ἀπηλλάγην κολάσεως; Ἐμοὶ κόλασις τὸ μὴ διαλέγεσθαί σοι. Φιλῶ σε, καὶ μαίνομαι.

Οὐ δύναμαί σου τὴν οὐσίαν ἰδεῖν· ἀόρατος γάρ ἐστιν· ἀλλ᾽ ἀπὸ τοῦ ἔρωτος τὰ ἔργα σου βλέπω, καὶ σκιρτῶ. Οὐκ εἶδόν σε, ἀλλ᾽ εἶδον τὸν οὐρανὸν, καὶ ἐσκίρτησα, καὶ εἶπον· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Εἶδον τὴν γῆν, καὶ εἶπον· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἶδον τὴν θάλασσαν, καὶ ἐχάρην, καὶ εἶπον· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Εἶδον τὴν ἡμέραν καὶ τὴν νύκτα, καὶ ἐκέκραξά σοι· Σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. Εἶδον τὰ ὄρη, καὶ θαυμάσας εἶπον· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ καθάπερ ὁ φιλῶν, κἂν μὴ ἴδῃ τὸν φιλούμενον, ἱμάτιον δὲ αὐτοῦ ἴδῃ ἢ ὑποδήματα, ἀγάλλεται καὶ σκιρτᾷ, καὶ ὥσπερ τινὰ λαμβάνει παραμυθίαν τοῦ ἔρωτος· οὕτω δὴ καὶ ἐγὼ περιέρχομαι ἐπὶ τὸ σῶμα τῆς κτίσεως, ἀλύων καὶ ἐκμαινόμενος, ἀεί σοι λέγων· Ὂν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ Θεῷ. Βασιλεὺς εἶ, διάδημα ἔχεις· τί θέλεις;

Οἰχέσθω ταῦτα· τὸ κάλλος ἐκεῖνο ζητῶ, τὴν προφητείαν θέλω. Καταφρονῶ τῆς ἐξουσίας ταύτης, ὑπερορῶ τοῦ βορβόρου· φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ, καὶ χόρτος. Τὸ κάλλος μου ζητῶ. Πότε ἥξει; Οὐ δύναμαι ἐνεγκεῖν τὴν ἀναβολὴν, ἐπειδὴ τὴν παῤῥησίαν ταύτην ἀπώλεσα, ἣν ἡ ἁμαρτία διετείχισεν ἐπελθοῦσα. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Καὶ οὐ ζητῶ καρδίαν καθαρὰν μόνον, ἀλλὰ καὶ τὸν ἔνοικον αὐτῆς. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Καλῶς εἶπεν, Ἐγκαίνισον· ἄνωθεν γὰρ κατεσκευάσθη ἡ οἰκία. Ἐπαλαίωσεν ἡ ἁμαρτία, ἐγκαινίσει ἡ χάρις σου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. [Σαφῶς τοίνυν διὰ τούτων μεμαθήκαμεν τῶν λόγων, ὡς οὐκ ἐγυμνώθη τῆς τοῦ Πνεύματος χάριτος τοῦ ἁγίου. Οὐ γὰρ, ὡς γυμνωθεὶς, ἀπολαβεῖν ἱκετεύει, ἀλλὰ μὴ στερηθῆναι ταύτης ἀντιβολεῖ, μηδὲ πόῤῥω γενέσθαι τῆς θείας κηδεμονίας. Πρόσωπον γὰρ ἐνταῦθα τὴν κηδεμονίαν ἐκάλεσεν. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου· καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Ὃ μὴ ἀπώλεσεν, ἔχειν ἠντιβόλησε, τουτέστι, τὴν χάριν τοῦ Πνεύματος· ὃ δὲ ἀποβέβληκεν, ἀπολαβεῖν ἱκετεύει· τοῦτο δὲ ἦν ἡ ἐν Θεῷ εὐφροσύνη.

Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολλὴν εἶχον πρὸς σὲ, Δέσποτα, παῤῥησίαν· νῦν δὲ ταύτης γεγυμνωμένος, καὶ τῆς εὐθυμίας ἐστέρημαι. Ἐγύμνωσε δέ με τῆς παῤῥησίας ἡ δουλεία τῆς ἡδονῆς. Διὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὴν κατὰ τῶν παθῶν ἀπολαβεῖν ἐξουσίαν. Πάλιν γὰρ ἐνταῦθα πνεῦμα ἡγεμονικὸν ἐκάλεσε τὸν αὐτοκράτορα λογισμόν.] Καὶ τί μοι δίδως, ὦ Δαυΐδ, ἐὰν λάβῃς τὸ Πνεῦμα;

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ἐὰν λάβω τὸ Πνεῦμα, διαλέγομαι τῇ οἰκουμένη· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ· καὶ πάλιν λέγω· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· καὶ πάλιν· Πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Ἐὰν λάβω τὸ Πνεῦμα, λέγω· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Διηγήσομαι τὰς εὐεργεσίας σου τὰς εἰς ἐμὲ, καὶ ἐρῶ· Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Καὶ τὰ Ἰουδαϊκὰ ποῦ εἰσιν; Οὐ θύεις μοι πρόβατα οὐδὲ μόσχους; Οὐ ζητεῖς ταῦτα. Θυσίαν γὰρ καὶ προσφορὰν οὐκ ἠθέλησας· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Σὺ εἶπας· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.

Οὐ θέλεις ταῦτα, ἀλλὰ ζητεῖς τὰ τοῦ Υἱοῦ σου· θέλεις τὴν ἐπιστροφὴν τῆς πλάνης, καὶ τὴν αἵρεσιν τῆς ἀληθείας· ἐκείνην θέλεις τὴν θυσίαν. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου. [Συνεχῶς ἐπὶ τῇ μνήμῃ περιστρέφει τοῦ Οὐρίου τὸν φόνον. Τοῦτο γὰρ κἀν τῷ προοιμίῳ δεδήλωκεν, ὅτι Ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Διαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου. Οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπολαύσας, ἀλλ᾽ ὑμνῶν σε διατελέσω, καὶ τὰς σὰς διηγούμενος χάριτας. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ἡ γὰρ ἁμαρτία πέφυκε τὴν γλῶτταν δεσμεῖν, ἐμφράττειν τὸ στόμα.

Ἀντιβολεῖ τοίνυν ὁ προφήτης, διὰ τῆς ἀφέσεως τῆς προτέρας παῤῥησίας μεταλαχεῖν, καὶ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῆσαι. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Συνᾴδει καὶ ταῦτα τοῖς εἰρημένοις ἐν τῷ πρὸ τούτου ψαλμῷ. Ἀκηκόαμεν γὰρ ἐκεῖ τοῦ Θεοῦ λέγοντος· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους. Τοιγάρτοι παρὰ τῆς θείας ἀκούσας φωνῆς, εἰκότως ἔφη, Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, καὶ τὰ ἑξῆς. Σὺ γὰρ, φησὶν, εἴρηκας μὴ θυμήρεις εἶναί σοι τὰς τῶν ἀλόγων θυσίας, οὗ δὴ χάριν καὶ τὴν ἀρέσκουσάν σοι θυσίαν προσοίσω.] Ἐπεὶ οὖν οὐ θέλω ταῦτα, τί μοι δίδως; Ἔχω καὶ ἄλλην θυσίαν, ἢν ηὐδόκησας· Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. [Ἱερεῖον, φησὶν, ἀρεστὸν, καὶ θυμῆρές σοι τῷ Θεῷ ἡμῶν, μετριότης φρονήματος. Διὸ σφόδρα τὴν καρδίαν μου ταπεινώσας, καὶ οἱονεὶ λίαν αὐτὴν λεπτύνας, τὴν ἀρεστήν σοι θυσίαν προσκομιῶ.] Θύσω σοι θυσίαν τὴν ταπεινοφροσύνην· μόνον λῦσόν μου τὸ ἁμάρτημα, δός μοι τὸ Πνεῦμα τὸ ἅγιον.

ιʹ. Ὅτι γὰρ αὕτη ἡ θυσία πολὺ τῆς Ἰουδαϊκῆς οὐ μόνον ἐστὶ νῦν, ἀλλὰ καὶ τότε ἦν βελτίων, λέγω δὲ τὴν ταπεινοφροσύνην· οἱ παῖδες γὰρ ἐκεῖνοι οἱ τρεῖς, οἱ ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ τὴν φλόγα πηλὸν ἐργασάμενοι, οἱ νέοι καὶ γεγηρακότες, οἱ ὀλίγοι καὶ τῶν πολλῶν δυνατώτεροι, οἱ αἰχμάλωτοι καὶ τοῦ βασιλέως ἰσχυρότεροι, οἱ ἀπολέσαντες πατρίδα, καὶ πίστιν μὴ ἀπολέσαντες, οἱ γυμνοὶ καὶ ἐνδεδυμένοι, οἱ πτωχοὶ καὶ εὔποροι, οἱ δοῦλοι καὶ ἐλευθέρων ἀμείνους, οἱ τὴν κάμινον δρόσον ἐργασάμενοι, καὶ μεταβαλόντες τὰ στοιχεῖα, οἱ τοῦ πυρὸς τὴν ἐνέργειαν σβέσαντες, οὓς ἔδησεν ὁ τύραννος, καὶ ἔλυσε τὸ πῦρ, ἐλιτάνευον, καὶ ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, ἀποστάντες ἀπὸ σοῦ. Οὐκ ἔστιν ἄρχων, οὐδὲ προφήτης, οὐδὲ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· ἀλλ᾽ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. [Σαφέστερον ἐκ τούτων ἐδιδάχθημεν τῶν ῥημάτων, ὅτι πλήρης ὁ ψαλμὸς προφητείας. Τοῖς ἐν Βαβυλῶνι γὰρ ἠναγκασμένοις οἰκεῖν, καὶ ποθοῦσι τὴν τῆς δουλείας ἀπαλλαγὴν, ἁρμόττει ταῦτα τὰ ῥήματα.

Ἱκετεύουσι γὰρ οἴκτου τινὸς ἀξιωθῆναι τὴν πόλιν, τῶν περιβόλων ἀνορθουμένων, τῆς κατὰ νόμον τελουμένης λατρείας. Νῦν μὲν γὰρ, φησὶ, τὴν ἀλλοτρίαν οἰκοῦντας τὰς ὡρισμένας θυσίας προσφέρειν οὐκ ἔνεστιν, ἐν ἐκείνῃ μόνῃ τῇ πόλει θύειν σοι τοῦ νόμου διαγορεύοντος. Εἰ δὲ τῆς ἐπανόδου τύχοιμεν, καὶ τὸν νεὼν ἀνορθώσαιμεν, τηνικαῦτά σοι τὰς ἐννόμους θυσίας προσοίσομεν.] Ἔχει δὲ καὶ ἑτέραν προφητείαν τοῦ ψαλμοῦ τοῦδε τὸ τέλος.

Ἐπειδὴ γὰρ τοῦ παναγίου Πνεύματος ἄνω τὰ δῶρα τέθεικεν, εἶτα κατιὼν ἔδειξε τὸν Θεὸν ταῖς κατὰ νόμον θυσίαις μὴ ἀρεσκόμενον, ἱκετεύει τὴν νέαν ἀναφανῆναι Σιὼν, καὶ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ἐπὶ γῆν πολισθῆναι, καὶ τάχιστα παρασχεθῆναι τὴν καινὴν πολιτείαν, τὴν οὐκ ἄλογα προσφέρουσαν θύματα, ἀλλὰ τὴν τῆς δικαιοσύνης ἀναφορὰν καὶ θυσίαν. Τοίνυν ἐνταῦθα προσέχετε, παρακαλῶ· καὶ γὰρ πάντας ὑμᾶς διδασκάλους ποιῆσαι βούλομαι, πάντας μονάζοντας· οὐ τῷ μὴ ἔχειν γυναῖκας, ἀλλὰ τῷ εὐλάβειαν ἐνδείκνυσθαι, εὐλαβεῖς, πῦρ πνέοντας. Τί οὖν ἐστι τὸ ζητούμενον; Τοῦτό ἐστιν, ηὔξατο, ἐξωμολογήσατο, παρεκάλεσεν, ἐδεήθη, ἱκέτευσε, δάκρυα ἐξέχεεν, ᾔτησε καρδίαν καθαρὰν, πίστιν ἔδωκε.