Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και προφητείες του Δαβίδ για τη θεία οικονομία

Εισαγωγή στον πεντηκοστό ψαλμό, αναδρομή στην πορεία του Δαβίδ και εκτενής αναφορά στις προφητείες του σχετικά με την ενανθρώπηση, το πάθος, την ανάσταση και την Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ Εἰς τὸν Δαυῒδ τὸν βασιλέα, καὶ Παῦλον τὸν ἀπόστολον, περὶ μετανοίας· καὶ εἰς διάφορα ῥήματα τοῦ ψαλτῆρος εἰς τὸ τοῦ Χριστοῦ τέλος ἐσχηκότα· καὶ περὶ τοῦ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς σωτηρίας ἑαυτῶν. Ἀρτίως ἠκούσατε τοῦ ὑμνογράφου Δαυῒδ βοῶντος· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ πάλιν, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, ὁ Δαυῒδ βοᾷ. Καὶ τίνος ἕνεκεν ὁ προφήτης λέγει, Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου; Ἐπειδὴ ὅπου ἔλεος, ἀνεξέταστος σωτηρία· ὅπου ἔλεος, δικαστήριον οὐ καθέζεται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται. Ἅπαξ ἐλεηθῆναι ζητῶ, ἀπάλλαξόν με τῆς ἀσθενείας. Καὶ διὰ τί βοᾷ ὁ Δαυῒδ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός;

Ὁ μετὰ πλῆθος κατορθωμάτων, ὁ μετὰ τρόπαια τοσαῦτα, ὁ τὸν Γολιὰθ ἀποκτείνας, καὶ τὸν λέοντα πνίξας, ὁ καὶ τηλικαύτην παῤῥησίαν ἔχων Πνεύματος ἁγίου, λέγει· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἄνθρωπόν με ὄντα γεωργὸν, βασιλέα ἐποίησας· βασιλέα γενόμενον, προφήτην κατέστησας· ἐν τῷ πολέμῳ νικῆσαί με ἐποίησας, τὸν Γολιὰθ καταβαλόντα οὐ φύσει σώματος, ἀλλὰ δυνάμει πίστεως· πορφυρίδα περιέβαλές με· ἄλλον ἐξέβαλες, καὶ ἐμὲ ἐπεισήγαγες· πλοῦτόν μοι δέδωκας.

Ὅπως ἂν δικασθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἃ ἐπαλαίωσεν ἡ ἁμαρτία, ἐνεκαίνισεν ἡ χάρις. Καὶ τί δῷς, ὦ προφῆτα; Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ἀφεὶς εἰπεῖν τὴν βασιλείαν, λέγει τὴν προφητείαν. Οὕτω με ἐτίμησας, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι καὶ ἐμοὶ γνώριμον ἐποίησας. Ἔμαθον ὅτι Υἱὸν ἔχεις ἀνθρωπογενῆ. Ἔγνων ὅτι σύνθρονον ἔχεις. Εὐηγγελισάμην τῇ οἰκουμένῃ τὸν σταυρὸν, τὸν τάφον, τὴν κατάβασιν, τὴν ἀνάστασιν. Εἶπον αὐτοῦ τὸ δικαστήριον· εἶπον τὴν σωτηρίαν τῶν ἐθνῶν· εἶπον τῶν ἀποστόλων τὴν ἐκλογὴν, εἶπον τῶν Ἰουδαίων τὴν ἐκβολὴν, εἶπον τῆς Ἐκκλησίας τὴν κλῆσιν· εἶπον τῶν παρθένων τὸν χορὸν, εἶπον τὴν ἐκ δεξιῶν καθέδραν.

Ἰδοὺ γὰρ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Καὶ ποῦ ταῦτα ἐδήλωσε; Ἄκουσον αὐτοῦ τοῦ προφήτου λέγοντος τὴν ἐξ οὐρανοῦ κατάβασιν αὐτοῦ· Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἐπειδὴ παραγενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ ἦλθε σείων τὴν οἰκουμένην, οὐδὲ ἀστραπὰς ἀφεὶς, οὐδὲ κεραυνοὺς ἐκπέμπων, οὐδὲ γυμνῇ τῇ θεότητι.

Εἰ γὰρ γυμνὴν παρεῖχε τὴν θεότητα, οὐκ ἂν τὰ ὄρη ἤνεγκαν· ἥλιος ἂν ἐσβέσθη. Εἰ γυμνὴν τὴν οὐσίαν ὑπέδειξεν, ἡ σελήνη ἂν ἠφανίσθη, ἡ γῆ ἂν ἀπώλετο, ἡ φύσις ἡμῶν πάντων ἐμαραίνετο. Διὰ τοῦτο ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, ἀλλὰ ἠρέμα ἦλθε, καὶ μήτραν παρθενικὴν ᾤκησεν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ὁ λίθος τήκεται, καὶ μήτρα οὐ τήκεται. Τὰ ὄρη διαφθείρονται, καὶ ἡ μήτρα Θεὸν ἐβάσταζεν. Πῶς ἑρμηνεύσω; πῶς παραστήσω;

Ὢ ἀπόνοια τοῦ βλασφήμου! Πῶς ἡ δούλη τὸν Θεὸν ἐβάσταξεν; Ὁ ἐξετάζων τὰ ἄνω, εἰπὲ τὰ κάτω. Ὁ πανταχοῦ παρὼν, πῶς ἐν μήτρᾳ ἦν, καὶ ἐν οὐρανῷ ἦν; Ἀλλ᾽ ἐγὼ μὲν, ὅτι καὶ ἐν τῷ θρόνῳ ἐκαθέζετο, καὶ ἐν τῇ μήτρᾳ τῆς παρθένου κατῴκει, οἶδα· τὸ δὲ πῶς, οὐκ οἶδα. Πίστει δέχομαι, οὐ περιεργάζομαι τῷ λόγῳ· ἀλλ᾽ ὅτι ὤφθη, ἀλλ᾽ ὅτι μέλλει παραγίνεσθαι, οὐ ταράσσων, οὐδὲ θορυβῶν, οὐκ ἀπολλύων, οὐδὲ λυόμενος. Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Εἶπες τὴν βασιλείαν, εἶπες αὐτοῦ καὶ τὴν προδοσίαν· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Εἰπὲ αὐτοῦ καὶ τὸ δικαστήριον· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Λέγε καὶ τὸν σταυρόν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ἀστᾶ μου.

Εἰπὲ αὐτοῦ καὶ τὴν χολήν· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἰπὲ αὐτοῦ καὶ τὸ χρῖσμα· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Εἰπὲ αὐτοῦ καὶ τὸ βάπτισμα· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.

Εἰπὲ αὐτοῦ καὶ τὰ μυστήρια· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. Εἰπὲ αὐτοῦ καὶ τὸ ποτήριον· Τὸ ποτήριόν σου μεθύσκον με, ὡσεὶ κράτιστον. Εἰπὲ καὶ τὴν ἐκβολὴν τῶν Ἰουδαίων· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Λέγε αὐτοῦ καὶ τὰς παρὰ Ἰουδαίων λοιδορίας· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Εἰπὲ καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν· Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Εἰπὲ αὐτοῦ καὶ τὸν τάφον· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Εἰπὲ αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Εἰπὲ καὶ τῶν ἀποστόλων τὴν ἐκλογήν· Ἀντὶ τῶν πατέρων σου ἐγγεννήθησάν σοι υἱοί. Εἰπὲ καὶ τὸν χορὸν τῶν παρθένων· Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτοῦ. Εἰπὲ καὶ τῆς Ἐκκλησίας τὴν κλῆσιν· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Εἰπὲ αὐτοῦ καὶ τὴν ἐκ δεξιῶν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὦ Δαυῒδ, πᾶσαν τὴν προφητείαν ἀπήγγειλας, καὶ τί βοᾷς· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου;