Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Τελική προτροπή σε μετάνοια και επίλογος

Καταληκτήρια προτροπή προς τους πιστούς για έμπρακτη μετάνοια, αντλώντας διδάγματα από τα προηγηθέντα βιβλικά παραδείγματα, η οποία επισφραγίζεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Μετανόησον. Ἐμοίχευσας; Μετάγνωθι. Μικρὰ ἡ μετάνοιά σου· ἀλλὰ μεγάλη ἡ τοῦ Δεσπότου φιλανθρωπία. Ἕως ἐμπνέεις, καὶ ἐν αὐτῇ τῇ κλίνῃ κατάκεισαι, μετανόησον· ἡ τοῦ καιροῦ στενοχωρία ἄγει τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ταῦτα τὰ φάρμακα ἐπάλειψον, καὶ τὴν φλεγμονὴν καταστέλλοις. Οἶδα γὰρ, ἀγαπητὲ, ὅτι πολλὰ τὰ τραύματα τῆς ψυχῆς, ἀλλ᾽ ἕκαστον τραῦμα ἴδιον ἔχει καὶ κατάλληλον φάρμακον κατεσκευασμένον. Ἔχεις Ἐκκλησίαν ἐπιτελουμένην Πνεύματος παρουσίαν. Ἔχεις συναθροισμὸν μαρτύρων, καὶ ἄλλα πολλὰ τὰ δυνάμενά σε ἀπὸ ἁμαρτίας εἰς δικαιοσύνην ἀνακαλέσασθαι. Ἠκούσατε τὰ εὐτελῆ ἁμαρτήματα τῶν δικαίων· ἴδετε τὸ τάχος τῆς μετανοίας διὰ λόγων καὶ δακρύων. Καὶ γὰρ αὐτὸς ὁ Δαυῒδ βοᾷ λέγων· Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ Παῦλος ἔλεγεν· Ἀλλ᾽ ἠλεήθην, ὅτι τὸν Χριστὸν ἀγνοῶν ἐδίωκον. Τοιγαροῦν καὶ ἡμεῖς μὴ ἀπογνῶμεν τῆς σωτηρίας ἑαυτῶν, τὴν μνήμην τῶν προημαρτηκότων καὶ βασιλείας τῶν οὐρανῶν καταξιωθέντων ἔχοντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.