Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία εκλογή του Δαβίδ έναντι της κοσμικής κρίσεως

Η περιγραφή της νεανικής ηλικίας του Δαβίδ, η αποστολή του Σαμουήλ και η επιλογή του Θεού με κριτήριο την καθαρότητα της ψυχής και όχι την εξωτερική όψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 10

Οὗτος τοίνυν ὁ Δαυΐδ, νέος ὢν καὶ μειράκιον κομιδῇ, καὶ πατρὸς ἀσήμου, καὶ τῇ γῇ προσέχων καὶ τοῖς ποιμνίοις, πόλεις μὲν ἔφυγε καὶ χώρας καὶ θορύβους, ἐν δὲ τῇ ἐρημίᾳ τὴν φιλοσοφίαν ἐπεδείκνυτο, οὐδὲν κοινὸν ἔχων μετὰ τῶν βιωτικῶν πραγμάτων, ἀλλ᾽ ἐκ πρώτης ἡλικίας τῇ συντρόφῳ τῆς ἀρετῆς ἡσυχίᾳ συζῶν, καὶ καθάπερ ἐν λιμένι ἐν τῇ ἐρήμῳ καθήμενος, τῇ τῶν προβάτων ἐπιστασίᾳ τὴν βασιλείαν τῶν οὐρανῶν ἐμελέτησεν.

Οὗτος τοίνυν νέος ἦν, κομιδῇ μειράκιον, νέος μὲν τῇ ἡλικίᾳ, πεπολιωμένος δὲ τῇ διανοίᾳ· καὶ τὸ ἀτελὲς τῆς ἡλικίας οὐδὲν ἐνεπόδιζε τῇ τοσαύτῃ ἀρετῇ· ἀλλὰ νέος ὢν σφόδρα ἐνίκα οὐ δυνάμει σώματος, ἀλλὰ δυνάμει πίστεως.

Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· Ἐδέησέ ποτε γενέσθαι βασιλέα τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρῶτος γενόμενος ἀνάξιος ἦν. Πέμπει ὁ Θεὸς τὸν Σαμουὴλ εὐθέως πρὸς τὸν πατέρα αὐτοῦ. Ἐλθόντος τοίνυν τοῦ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ τὸν πατέρα Δαυῒδ, τὸ παιδίον ἦν ἐν τοῖς ποιμνίοις, μικρὸν πάνυ. Οὐ παύομαι συνεχῶς τὴν νεότητα λέγων, ἵνα μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκωμιάζῃ. Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ἐπεδείξαντο, καὶ πολλοὶ καὶ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῷ πυρὶ ἦσαν, καὶ τὴν φλόγα ἔσβεσαν. Καὶ ὁ Δανιὴλ δωδεκαετὴς ὢν, τοὺς λέοντας πρόβατα ἐποίησεν, οὐ τὴν φύσιν αὐτῶν μεταβαλὼν, ἀλλὰ τὴν θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας· καὶ τοὺς ἀσυνέτους πρεσβυτέρους διελέγξας, κριτὴς τοῦ Ἰσραὴλ ἀναδείκνυται. Καὶ Στέφανος ὁ τῶν διακόνων πρόκριτος, πλήρης χάριτος, καὶ δυνάμεως ἐκ νεότητος πλησθεὶς, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο· Παῦλος δὲ γεγηρακὼς ἦν καὶ πεπολιωμένος, καὶ τὸ μὲν πρότερον σκυλευτὴς τῶν Ἐκκλησιῶν γέγονε, ἀλλὰ μετὰ ταῦτα τὸ βραβεῖον τῆς πίστεως ἥρπασε, καὶ πρόβατον γέγονεν ἀγαθότητος.

γʹ. Μὴ οὖν τὸν νέον διάβαλλε, μηδὲ τὸν γεγηρακότα ἐπαίνει. Οὔτε γὰρ ἐν τῇ διαφορᾷ τῆς ἡλικίας ἡ ἀρετὴ καὶ ἡ κακία, ἀλλ᾽ ἐν τῇ διαφορᾷ τῆς γνώμης· κἂν ᾖς νηφάλιος, οὐδέν σε καταβλάπτει τὸ ἄωρον τῆς ἡλικίας· κἂν ᾖς ῥᾴθυμος, οὐδέ[ν] σε ὠφελήσει τὸ γῆρας. Πολιὰ γὰρ οὐ τρίχες λευκαὶ, ἀλλὰ ψυχῆς ἀρετή. Οὗτος τοίνυν νέος ὢν ὥριμον τὸν καρπὸν τῆς ἀρετῆς ἐκέκτητο. Ἦλθεν ὁ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ, οὐ πλημμύραν σωμάτων περιβεβλημένος, ἀλλὰ τὸ κέρας, ἔνθα ἦν τὸ ἔλαιον τὸ ἅγιον, ἔχων. Καὶ τί φησιν; Ἔπεμψέ με ὁ Θεὸς ποιῆσαι βασιλέα ἐκ τῶν υἱῶν σου. Ὁ Ἰεσσαὶ ἀκούσας βασιλέα, νομίσας ἐκείνῳ ἐπιτήδειον εἶναι τὸ ἀξίωμα, ἄγει τὸν πρῶτον υἱόν. Πάραγε αὐτὸν, φησίν· οὐκ εὐδόκησεν ὁ Θεὸς ἐν αὐτῷ. Τὸν δεύτερον· οὐδὲ οὗτος. Τὸν τρίτον, τὸν τέταρτον, τὸν πέμπτον. Ἀνηλώθη ὁ χορὸς τῶν παίδων, καὶ ὁ ζητούμενος οὐχ εὑρίσκετο. Λέγει αὐτῷ· Ἔχεις ἄλλον; ᾘσχύνθη ὁ πατήρ. Ἔχω ἕνα, φησὶ, μικρότερον καὶ εὐτελῆ, ποιμένα. Βασιλέα ζητεῖς μικρὸν καὶ εὐτελῆ ποιῆσαι;

Ἄνθρωπος ἐξουθενεῖ, ἀλλ᾽ ὁ Θεὸς στεφανοῖ. Οὐ γὰρ ὡς ὄψεται ἄνθρωπος, ὄψεται Θεός· ἄνθρωπος εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Μὴ γὰρ πολυσαρκίαν ζητοῦμεν; Ψυχῆς εὐγένειαν ἐπιποθοῦμεν. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Οὐκ εἶπεν αὐτῷ ὁ Θεὸς, Ἄπελθε, χρῖσόν μοι τὸν Δαυΐδ· ἀλλ᾽, Ἄπελθε, χρῖσόν μοι ἕνα τῶν υἱῶν Ἰεσσαί. Καὶ διὰ τί ἀπορεῖ; καὶ διὰ τί οὐ λέγει τὸ ὄνομα; Ἵνα μὴ πάθῃ Δαυῒδ, ὅπερ ἔπαθεν Ἰωσήφ.

Ὥσπερ γὰρ μαθόντες ἐκεῖνοι τὸν ζητούμενον αὐτῶν βασιλέα, ἐπεβούλευσαν, ἐπολέμησαν, ἐπώλησαν· οὕτω δέος ἦν, μὴ καὶ οὗτοι τοῦτο ἐργάσωνται. Ὥστε ἡ ἄγνοια ἀσφαλείας μήτηρ ἐγένετο. Εἱστήκει ὁ προφήτης ἀπορῶν· Δός μοι ἕνα τῶν υἱῶν σου. Οὐκ ἔχω, φησὶν, ἀλλὰ παιδίον μικρὸν ποιμαῖνον τὰ πρόβατα. Οὐχ οὕτως ὄψεται ἄνθρωπος, ὡς ὄψεται Θεός.

Ποῦ εἰσιν οἱ καλλωπιζόμενοι ἐπ᾽ εὐμορφίᾳ ὄψεως; Μή μοι λέγε εὐμορφίαν σώματος, ἀλλὰ βλέπε τὸ κάλλος τῆς διανοίας. Τί γάρ ἐστιν εὔμορφος γυνή; Τάφος κεκονιαμένος, ἐὰν μὴ σωφρονῇ. Κάλλος δέ ἐστι βάραθρον ὀρωρυγμένον, ἑτέροις δὲ δηλητήριον κατεσκευασμένον, ἐὰν μὴ σωφρονῇ· ἢ νόσῳ μαραίνεται καὶ θανάτῳ διακόπτεται· τὸ δὲ κάλλος τῆς ψυχῆς ἀθάνατον μένει καὶ ἀκηλίδωτον, ἀλλὰ τότε μᾶλλον τὴν οἰκείαν ὡραιότητα ἐπιδείκνυται, ὅταν παύσῃ τὰ πάθη, καὶ ἐν γαλήνῃ γένηται ὁ νοῦς. Ἐὰν οὖν ἴδῃς ἄνδρα, ἢ γυναῖκα καλὴν, μὴ θαυμάσῃς.