Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η δοκιμασία της μάχης και η νίκη επί του Γολιάθ

Το χρίσμα του Δαβίδ, η αντιμετώπιση του φθόνου των αδελφών του, ο διάλογος με τον Σαούλ και η επικράτηση έναντι του Γολιάθ με τη δύναμη της πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 10

Ἐπεὶ καὶ αἱ δρύες εἰς ὕψος ἀνατεταμέναι καρπὸν οὐκ ἔχουσιν ἀνθρώποις χρήσιμον, ἀλόγοις δὲ μόνον· ἡ δὲ ἄμπελος χαμαὶ κειμένη ὥριμον ἔχει καρπὸν βοτρύων. Τί οὖν βούλει, ἄμπελον ἔχειν, ἢ δρῦν; Δῆλον ὅτι ἄμπελον· ἡ γὰρ δρῦς ἐν ὕψει ἑστῶσα θηρίων ἀλόγων ἔχει τροφὴν τὸν καρπόν. Τί μελίττης εὐτελέστερον; τί δὲ ταῶνος ὡραιότερον; Ἀλλὰ τί βέλτιον, μέλιττα, ἢ ταών; Δῆλον ὅτι μέλιττα. Ἄνελε ταῶνα, καὶ οὐδὲν ἔβλαψας· ἄνελε μέλιτταν, καὶ χωλεύει πολλά. Ἦλθε τοίνυν ὁ Δαυῒδ, ἐκχεῖται τὸ ἔλαιον, καὶ χρίεται ψήφῳ Θεοῦ, διακονίᾳ δὲ ἀνθρώπου. Ἐπέθηκεν αὐτῷ τὸ κέρας, καὶ ἀντὶ πορφυρίδος καὶ διαδήματος ἐγένετο αὐτῷ. Καὶ ἀπῆλθεν ἔχων τὴν βασιλείαν, οὐ θώρακα, οὐκ ἀσπίδα περιβεβλημένος, οὐδὲ δόρατα, ἀλλ᾽ ἔχων αὐτὴν τὴν τοῦ Θεοῦ ψῆφον, τὴν πάντων δυνατωτέραν. Οὗτος δὴ καὶ πολέμου καλοῦντος, καὶ τῶν πραγμάτων τεταραγμένων, καὶ τῶν βαρβάρων ἐπικειμένων τοῖς Ἰουδαίοις, ἀπῆλθεν ἰδεῖν τὴν παράταξιν καὶ τὸν βάρβαρον προσκαλούμενον εἰς μονομαχίαν. Καὶ οὐδεὶς ἐτόλμα προπηδῆσαι καὶ ἐξελθεῖν. Ἦλθεν ὁ Δαυῒδ, εἶδεν ἀστράπτοντα, καὶ ἀφόρητον ὄντα τὸν πολέμιον, καὶ πάντας κατεπτηχότας.

Ὁ ποιμὴν ἐν τῷ πολέμῳ, καὶ οἱ ἐν πολέμῳ μεμελετηκότες οὐδὲ τὴν φωνὴν ἔφερον τοῦ πολεμίου· ὁ δὲ δένδρεσι καὶ σκιαῖς καὶ πηγαῖς προσομιλῶν, ἐπὶ ταῖς ὄψεσιν αὐτοῦ εἱστήκει, καὶ λέγει· Τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; Καὶ λέγουσι πρὸς αὐτόν· Πόθεν σοι ἡ ἀπόνοια αὕτη; Ὁ δέ· Οὐκ ἀπόνοια, ἀλλὰ πίστις· οὐχ ὑπερηφανίαν, ἀλλ᾽ εὐσέβειαν κέκτημαι· θώρακα οὐχ ὁπλίζομαι, ἀλλὰ πίστιν ἐνδέδυμαι· οὐ σκοπῶ ἐκείνου τὸ μέγεθος, ἀλλὰ τὴν ἐρημίαν τῆς διανοίας· οὐ βλέπω ὅτι μέγα τὸ πλοῖον, ἀλλ᾽ ὅτι κυβερνήτην οὐκ ἔχει. Οὐ δέδοικα αὐτὸν (ἐχθρὸς γάρ ἐστι τοῦ Θεοῦ), κἂν μυριάκις δυνατὸς ᾖ. Διὰ γὰρ τὴν ἄνωθεν ῥοπὴν πάντων ἀσθενέστερός ἐστιν ὁ ἀπερίτμητος οὗτος. Ποίοις ὅπλοις θαῤῥεῖς, ὦ Δαυΐδ; Οὐ σαρκικοῖς, ἀλλὰ πνευματικοῖς.

Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ πνευματικά. Καὶ πῶς, ὅτι σὺ μικρὸς καὶ ἀσθενὴς εἶ; Ἀλλὰ μέγας ὁ Δεσπότης. Εὐτελὲς τὸ ὅπλον· ἀλλ᾽ ὁ πέμψας ἰσχυρός. Θάλασσαν ἐποίησε ξηρὰν, πέτραν διέῤῥηξε, τὰ στοιχεῖα μετέβαλε· πολλῷ μᾶλλον ἑνὸς ἀνδρὸς περιγίνεται.

δʹ. Ἦλθε τοίνυν πρὸς τοὺς ἄνδρας, καὶ λέγει αὐτοῖς· Τί δοθήσεται τῷ ἀνδρὶ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; Περὶ μισθῶν διαλέγεται, οὐχ ἵνα λάβῃ μισθὸν, ἀλλ᾽ ἵνα τούτους εἰς πίστιν ἀγάγῃ. Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος. πάλιν βασκανία. Ἐπὶ τί ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα; Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου.

Ὢ φθόνος παθῶν πεπληρωμένος, πῦρ μὴ σβεννύμενον! Καὶ γὰρ καθάπερ σκώληξ τὸ ἔριον διεσθίει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθονούμενον λαμπρότερον κατασκευάζει. Οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῶν ἀδελφῶν αὐτοῦ ἐγένετο. Οἱ μὲν γὰρ φθονήσαντες ἀπὸ ἐλευθερίας εἰς δουλείαν καθίσταντο· ὁ δὲ φθονηθεὶς βασιλεὺς ἐγένετο. Πάλιν οὖν οἱ ἀδελφοί· Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκα τοῦ ἰδεῖν σε τὸν πόλεμον κατέβης. Τί ἐφθόνησαν; τί ἐβάσκηναν; Λόγον ἤκουσαν, ῥημάτων εὐημερίαν οὐκ ἤνεγκαν. Ἀλλὰ τί οὗτος ὁ σοφὸς ἁνήρ; Ἀπέστη ἀπ᾽ αὐτῶν ὑποτεμνόμενος τὸ ἕλκος, καὶ ἀπῆλθεν εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, καὶ λέγει· Τί ἔσται τῷ ἀνθρώπῳ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; καὶ εἰσήγαγον αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν τὸν βασιλέα καθήμενον, κατεπτηχότα, δεδοικότα, τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου, καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ;

Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι, ὅτι παιδάριον εἶ μικρὸν, οὗτος δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ; Μὴ βλέπε τὰ ὁρώμενα, ἀλλὰ τὰ νοούμενα· μὴ ἴδῃς, ὅτι μικρὸς τῷ εἴδει, ἀλλ᾽ ὅτι μέγας τῷ φρονήματι.

Τί οὖν ἵνα γίνηται; Ἀπιστεῖ ὁ βασιλεύς· ἀναγκάζεται ὁ Δαυῒδ λοιπὸν αὐτῷ τὰ κατορθώματα αὐτοῦ λέγειν. Ἐγὼ, φησὶ, παιδίον ἤμην μικρὸν παρὰ τὴν ποίμνην τοῦ πατρός μου· καὶ ὅτε ἦλθε λέων, ἢ ἄρκτος, καὶ ἐλάμβανον πρόβατα ἐκ τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἀνεῖλον τὸν λέοντα καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τούτων τῶν θηρίων, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος. Καὶ εἶπεν ὁ Σαοὺλ πρὸς τὸν Δαυΐδ· Πορεύου, ὁ Κύριος μετὰ σοῦ.

Καὶ ἔδωκεν αὐτῷ ὅπλα, καὶ οὐκ ἐδύνατο αὐτὰ ὁ Δαυῒδ βαστάσαι. Διὰ τί; Οὐ συγχωρεῖ τοῦτο ὁ Θεὸς, ἵνα γυμνὸς νικήσῃ, ἵνα μὴ τὰ ὅπλα μερίσηται τὴν νίκην τῶν κατορθωμάτων, ἵνα μὴ λέγῃ ὁ βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνίκησαν.

Ῥίπτει τὰ ὅπλα, καὶ ἐνδύεται τὴν πίστιν· ἐξέρχεται γυμνὸς, καὶ τεθωρακισμένος τὴν εὐλάβειαν· ἐξέρχεται ποιμὴν, καὶ οὐ στρατιώτης· ἀφίησι βόλον, οὐ τῇ φύσει τοῦ σώματος θαῤῥῶν, ἀλλὰ τῇ δυνάμει τῆς πίστεως τὴν νίκην ἀπηνέγκατο· ἔδραμεν, ἔλαβεν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν. Καὶ ἐπληρώθη τὸ γεγραμμένον· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Πάλιν φθόνος, πάλιν βασκανία.