Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πεντηκοστὸν ψαλμόν

Ἰωάννης ὁ Χρυσόστομος

Το παράδειγμα εγκράτειας του Δαβίδ και η προτροπή σε σωφροσύνη

Η ανάδειξη της εγκράτειας του Δαβίδ στο πεδίο της μάχης και συμβουλές προς αποφυγήν της σαρκικής αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 10

Θέλω οὖν δεῖξαι αὐτὸν, ὅτι ἰάθη, καὶ βελτίων ἑαυτοῦ ἐγένετο, καὶ δυνατώτερος καὶ ἰσχυρότερος. Πῶς οὖν πάλιν μετὰ τὴν ἐπιθυμίαν ταύτην περιέπεσεν ἑτέρῳ νοσήματι; Πάλιν πόλεμος, πάλιν ἁμαρτία, πάλιν μάχη, πάλιν παγκράτιον, πάλιν αὐτῷ ἐπῆλθεν ἡ ἐπιθυμία, πάλιν πόλεμος συγκεκρότηται, πόλεμος χαλεπὸς, καὶ στρατόπεδα ἕστηκε. Πηγὴ δὲ ἦν ἐν τοῖς τόποις ἐκείνοις. Καὶ πολέμου ὄντος σφοδροῦ, εἶδεν αὐτὴν ὁ Δαυῒδ, καὶ εἰς δίψαν κατηνέχθη χαλεπωτάτην· ἐπεθύμησε τοίνυν πιεῖν.

Πάλιν ἐπιθυμία, ἀλλ᾽ οὐ κεκωλυμένη· τότε μὲν σώματος, νῦν δὲ ὕδατος. Ἐπεθύμησε πιεῖν, ἐφλέγετο ὑπὸ τῆς δίψης, καὶ λέγει· Διψῶ, ἀπόλλυμαι. Τινὲς οὖν τῶν βουλομένων αὐτὸν θεραπεῦσαι ἀπῆλθον, καὶ ἤνεγκαν αὐτῷ ὕδωρ εἰς τὸ αἷμα αὐτῶν, καὶ διὰ τῶν πολεμίων ἐκόμισαν τὸ ὕδωρ. Ὡς δὲ ἠνέχθη τὸ ὕδωρ, ἐνενόησεν ὁ βασιλεὺς, τί ἐποίησεν, ὅτι ἐν τῷ πολέμῳ ἐκείνῳ τὴν δίψαν αὐτοῦ οὐ κατέσχε. Καὶ τί ἐποίησε; Λαβὼν τὸ ὕδωρ οὐκ ἔπιεν, ἀλλ᾽ ἔσπεισε τῷ Θεῷ. Οὐ γὰρ ὕδωρ ἐδόκει εἶναι, ἀλλ᾽ αἷμα, οὐ τῇ φύσει προσέχων, ἀλλὰ τῇ γνώμῃ. Ὁρᾷς οὖν πῶς παιδευθεὶς ὑπὸ τῆς προτέρας ἐπιθυμίας, ὕστερον σωφρονέστερος ἐγένετο; Ὁ σωμάτων ἐπιθυμῶν, ὕδατος οὐκ ἐπιθυμεῖ· μᾶλλον δὲ ἐπεθύμει, ἐκράτει δέ.

Οὐ γὰρ λέγω, ὅτι ἐκτὸς ἦν τῆς ἐπιθυμίας, ἀλλὰ τῇ φιλοσοφίᾳ περιεγένετο τῆς ἐπιθυμίας, καὶ οὐχ ἥψατο. ηʹ. Ταῦτα παραινῶ διὰ τοὺς πορνεύοντας. Ἠράσθης πόρνης; ἐπόρνευσας; θέλεις μετανοῆσαι; Μὴ προσθῇς τῇ ἁμαρτίᾳ ἁμαρτίαν, καὶ μή μοι εἴπῃς· Πῶς δύναμαι μὴ πορνεῦσαι; Ἐγώ σοι λέγω πῶς δύνασαι. Ἡ ἐπιθυμία σε φλέγει; Ἀλλ᾽ ἔχεις γυναῖκα· καὶ εἰ οὐκ ἔχεις, λάβε, ἵνα ἔχῃς μετὰ ἀσφαλείας ἡδονήν. Ἀλλ᾽ οὐ δύναμαι κρατῆσαι.

Ἀλλὰ ῥᾳθυμίας ταῦτά ἐστιν. Ὅταν γὰρ ἐνέγκω σοι ἄλλον μὴ ἔχοντα γυναῖκα, σωφρονοῦντα δὲ, ποίαν ἔχεις σὺ ἀπολογίαν, ἢ ποίαν συγγνώμην; Ἐκεῖνος ἐν τῷ πελάγει οὐχ ὑπομένει ναυάγιον, καὶ σὺ ἐν τῷ λιμένι ὑπομένεις τὴν πτῶσιν; Ἔχεις γυναῖκα, καὶ πορνεύεις, μᾶλλον δὲ μοιχεύεις; Καὶ πῶς περιγένωμαι τοῦ ἕλκους; φησίν.