Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Πρόδρομον

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιον καί τό κήρυγμα τής μετανοίας στήν έρημο

Σύγκριση τού φυσικού κάλλους τής ανοίξεως μέ τό πνευματικό έργο τού Ιωάννου τού Βαπτιστού καί θεολογικός υπομνηματισμός τού κηρύγματός του περί μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν Πρόδρομον. Οἱ ἀνθηρότατοι λειμῶνες ἄνθεσι χρυσοκόμοις πεποικιλμένοι, δένδρεσι καλλιπνόοις κοσμούμενοι, ὄρνεσι καλλιφώνοις κλονούμενοι, καὶ τὴν ἀκοὴν τῶν ἀνθρώπων θέλγουσι, καὶ τὴν ὅρασιν θάλπουσι. Τοῦ γὰρ ἡλίου τὰς χρυσᾶς αὐγὰς κυκλοτερῶς περιστίλβοντος, ἀνακλώμεναι αἱ αἶγλαι πυραυγεῖς ἀνταστράπτουσι λαμπηδόνας. Ἐκεῖ τραυλαὶ λάλων ὀρνίθων, συριγγώδεσι κλαγγαῖς λιγυρὸν ἀποπέμπουσι μέλος· ἐκεῖ ἀνέμων εὐήχων ζέφυροι ἐν ταῖς κυκλότησι τῶν ὀρνέων ἐριζούσαις, τῶν κρημνῶν κοιλάδας σαλεύοντες, ἐν εἰκόνι κιθάρας ὁμοφώνως ᾄδουσιν· ὡς καὶ τοὺς ἐν ταῖς καλύβαις οἰκοῦντας ποιμένας τε καὶ βουνόμους, ἔναυλα ἔχοντας τὰ τῶν μουσικῶν ὀρνίθων λυρικὰ μελῳδήματα, δόναξι πολυφθόγγοις ἀντίμιμα κελαδοῦντας, κατὰ παντὸς τερπνοῦ τόπου καὶ πάσης βοτάνης τὰς ἄρνας πραέως φέρειν. Ἀλλ᾽ ἐκεῖ μὲν πηγὴ ἀθλοφόρα νάματα βρύει, ἐνταῦθα δὲ μελίστακτον σοφίας Θεοῦ δίδαγμα λάμπει· ἐκεῖ μουσικῶν ὀρνίθων λιγυρίσματα, ἐνταῦθα ψαλμῶν ἁγίων μελῳδήματα· ἐκεῖ τρυγὼν ἡ φιλέρημος δενδροβατοῦσα, γοεροῖς μέλεσι τὸ καλλίχροον ἔαρ σημαίνει, ἐνταῦθα ὁ ἐν ἀκρίσι καὶ μέλιτι τραφεὶς Ἰωάννης, τοῖς ἐρημικοῖς κηρύγμασι, μᾶλλον δὲ πνευματικοῖς, τὰς Ἐκκλησίας κινήσας, τὸ οὐράνιον ἔαρ ἐπιφανὲν τῷ κόσμῳ σαλπίζει.

Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, φησὶ, παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ, καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἐν ταῖς ἡμέραις ἐκείναις. Ἐν ταῖς Ἰησοῦ τοῦ Θεοῦ ἀποδείξεσιν, ἐν ταῖς τοῦ οὐρανίου βασιλέως ἀποδημίαις, ἐν ταῖς τοῦ ἀϊδίου φωτὸς ἀναλάμψεσιν, Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ. Οὐχὶ ἐν τῇ οἰκουμένῃ· ὅτι ἔρημος ἦν ἡ τῶν ἀνθρώπων κατάστασις, μήπω οἰκουμένη ὑπὸ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Τί δὲ ἐκήρυσσε; Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ὢ μετάνοια ἐν αὐτοῖς τοῖς δάκρυσι τὴν ζωὴν θερίζουσα, καὶ ἐν τῷ νυμφικῷ πέπλῳ τὸ νυμφικὸν φέγγος στολιζομένη! ὢ μετάνοια, διαβόλου κατήγορε, ἐπιστρεφόντων συνήγορε!