Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Πρόδρομον

Ἰωάννης ὁ Χρυσόστομος

Συμβολισμοί τού βίου τού Προδρόμου καί ο διάλογος περί τού Βαπτίσματος

Αλληγορική ανάλυση τού τριχίνου ενδύματος, τής δερμάτινης ζώνης καί τής τροφής τού Ιωάννου, καθώς καί η συνομιλία του μέ τόν Ιησού περί τής αναγκαιότητας τού βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Εἶχε δὲ ὁ Ἰωάννης τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματικὴν περὶ τὴν ὀσφὺν αὐτοῦ. Περιβλεψώμεθα, ἀγαπητοὶ, τὸ ἔνδυμα Ἰωάννου· ἴσως τὸ ἐκείνου ἔνδυμα αἴνιγμα ἡμῖν σωτηρίας γένηται. Ἐκεῖνο ἔχει τὴν εἰκόνα τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων λαῶν. Εἶχε, φησὶ, τὸ ἔνδυμα ἀπὸ τριχῶν καμήλου.

Καμήλῳ πολλάκις παρεικάζει ἡ Γραφὴ τὸν διάβολον, διὰ τὸ πολύογκον καὶ πολύστρεβλον καὶ βαρυμήνιον. Ὁ τὴν σκοπιὰν θεωρήσας ἐν τῷ Ἡσαΐᾳ λέγει· Εἶδον ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου. Ἀναβάτην ὄνου λέγει τὸν Χριστὸν, ἐπειδήπερ ὄνῳ καθεσθεὶς εἰσῆλθεν εἰς Ἰεροσόλυμα· ἀναβάτην καμήλου, τὸν ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν κατ᾽ ἐνέργειαν τοῦ διαβόλου ἐπιφοιτῶντα τῷ κόσμῳ ἀντίχριστον. Εἶχε δὲ τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου ὁ Ἰωάννης. Ἤδη γὰρ τῷ κηρύγματι τῆς εὐσεβείας τοὺς δίκην τριχῶν καλύπτοντας ἐθνικοὺς πρὸς ἑαυτὸν καταστρέψας, κἀκεῖνον γυμνώσας, καὶ τὴν Ἐκκλησίαν πυκνώσας, τῇ ἑνότητι τῆς πίστεως τὸ σῶμα τῆς Ἐκκλησίας ἐξυφάνας, ἑαυτῷ περιβόλαιον σωτηρίας ἐξειργάσατο. Εἶχε δὲ ζώνην δερματικὴν περὶ τὴν ὀσφὺν αὐτοῦ. Ὀσφύος μνημονεύει καὶ ζώνης δερματικῆς ἡ Γραφὴ, ἵνα τὸ γεννητικὸν πάθος τῆς ἁγνείας διὰ τῆς ἔξωθεν ἐκ νεκροῦ δέρματος περικειμένης ζώνης νενεκρωμένον εἶναι σημαίνῃ. Ἐκείνη γὰρ τῆς ἔνδοθεν κρυπτομένης παρθενίας ἦν ἀψευδὴς κατήγορος.

Ἤσθιε, φησὶν, ἀκρίδας, καὶ μέλι ἄγριον. Τοὺς ἀποπηδῶντας Ἰουδαίους τοῦ νόμου καὶ τῶν ἐντολῶν λέγει, ὥς φησιν ἡ Γραφή· Ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτός σου, ἢ ὡς ἀκρὶς ἐπὶ φραγμῷ ἐν ἡμέρᾳ πάγους. Ἀνέτειλεν ὁ ἥλιος· καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω ἔτι τὸν τόπον αὐτοῦ. Μέλι δὲ ἄγριον, διὰ τὸ τοὺς Ἰουδαίους τὴν γλυκύτητα τοῦ νόμου τῇ παραβάσει τῶν ἐντολῶν ἐξαγριᾶναι. Τότε παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, φησὶν, ἐπὶ τὸν Ἰορδάνην, ἐπὶ τὸ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ὁ δὲ διεκώλυεν αὐτὸν, λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Ἄφες ἄρτι· δεῖ σε μάρτυρα γενέσθαι τῆς εἰς ἐμὲ πεμπομένης φωνῆς ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην. Δεῖ με διδάξαι, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Δεῖ με οὖν πρῶτον ποιῆσαι, καὶ τότε διδάξαι, ἵνα μὴ ἔχωσι πρόφασιν οἱ Ἰουδαῖοι· Ὁ διδάσκων ἑτέρους, σεαυτὸν οὐ διδάσκεις; Ἄφες ἄρτι· δεῖ γὰρ τὸ ῥῆμα τοῦ καρτεροψύχου Ἰὼβ στῆναι, τὸ, Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ εἴη· δεῖ με ἀποσμῆξαι τὴν παλαιὰν τοῦ σώματος ἁμαρτίαν· δεῖ με τῷ Πνεύματι καινίσαι τὴν ψυχὴν, καὶ ὕδατι τὸ σῶμα.

Ἄφες ἄρτι· δεῖ με ἀνοῖξαι τὴν τοῦ ὕδατος καὶ Πνεύματος μήτραν, ἵνα γένωμαι πρωτότοκος πολλοῖς ἀδελφοῖς. Ἐκ ταύτης γὰρ τῆς μήτρας τοὺς ἀποσφαλέντας Ἰουδαίους ἐλέγχει ὁ προφήτης κατηγορῶν· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Τότε ἀφίησιν αὐτόν.