Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Πρόδρομον

Ἰωάννης ὁ Χρυσόστομος

Τό μυστήριον τού Βαπτίσματος καί η Θεοφάνεια

Περιγραφή τής καταβάσεως τού Χριστού στόν Ιορδάνη, η φανέρωση τής Αγίας Τριάδος καί η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Καταβάντος δὲ τοῦ Ἰησοῦ ἐν τῷ Ἰορδάνῃ, ἦν ἰδεῖν, ἀγαπητοὶ, θαῦμα μέγα, πηγὴν ἐν τῷ ποταμῷ λουομένην, καὶ ποταμὸν ἐν τῷ ποταμῷ βαπτιζόμενον. Πηγὴ γὰρ ὁ Χριστὸς, καθὼς λέγει αὐτός· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. Καὶ ἡ νύμφη, ἡ Ἐκκλησία πρὸς αὐτόν· Πηγὴ ἐσφραγισμένη, ἡ ἀποστέλλουσα. Ὁ αὐτὸς ποταμὸς, καθώς φησιν ὁ προφήτης· Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Κατῆλθεν ἐπὶ τὰ ὕδατα, καὶ ἡγιάσθησαν, καὶ ὑγίασεν αὐτά. Εἴ τίς ἐστιν ὑμῶν ἀμύητος, ἀγαπητοὶ, τοῦ βαπτίσματος, ἐλθέτω καὶ θεωρησάτω πῶς ὁ Πατὴρ οὐρανόθεν κράζει· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Ἰορδάνης κράζει, τὸ Πνεῦμα τὸν ἀέρα καθαρίζει, τὸν Υἱὸν καλεῖ ὁ Πατὴρ, τὸν οὐρανὸν καθαρίζει ὁ Υἱὸς, τὴν γῆν καλλωπίζει τὸ Πνεῦμα, τὸν ἀέρα λαμπρύνει. Νῦν πληροῦται τὸ πάλαι ὑπὸ τοῦ προφήτου εἰρημένον· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα. Ἡμέρα ὁ Πατὴρ, ἡμέρα ὁ Υἱός. Ὁ Πατὴρ τῷ Υἱῷ ἐρεύγεται ῥῆμα, καθὼς ὁ Παῦλος λέγει· Λάβετε τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ· ᾧ τινι ῥήματι τοὺς πάντας ἡμᾶς συστήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας, τῶν αἰώνων. Ἀμήν.