Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν προφήτην Ἠλίαν

Ἰωάννης ὁ Χρυσόστομος

Ο ζήλος του προφήτη Ηλία και η επιβολή της ανομβρίας

Εισαγωγή στην προφητική χάρη της Εκκλησίας σε αντιπαραβολή με τους Ιουδαίους και περιγραφή του όρκου του Ηλία για την επιβολή της ανομβρίας στο έθνος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν προφήτην Ἠλίαν, Λόγος. αʹ. Πρότερον μὲν τῶν Ἰουδαίων ὁ δῆμος τῇ τῶν προφητῶν ἐκαλλωπίζετο κτήσει, καὶ προφητικὸν ὑπῆρχε γεώργιον· νῦν δὲ καὶ ταύτην αὐτὴν παρὰ τῆς Ἐκκλησίας ἀφῄρηται τὴν καύχησιν. Ἰδοὺ γὰρ τῶν προφητῶν παρ᾽ ἡμῖν καὶ τὰ σώματα. Οὐ γὰρ ἔπρεπον ἀκάρπῳ λαῷ προφητικοὶ γεωργοί· οὐχ ἥρμοσε παρακατέχειν προφήτας τοῖς τὸν δι᾽ αὐτῶν προφητευθέντα σταυρώσασιν, ἀντὶ νεκρῶν οὓς παρ᾽ ἐκείνοις ἀνέστησεν, ἀντὶ τυφλῶν οὓς παρ᾽ αὐτοῖς ὠμμάτωσεν, ἀντὶ πεινώντων οὓς παρ᾽ ἐκείνοις διέθρεψεν, ἀντὶ τῆς βίας, ἣν δι᾽ αὐτοὺς ὁ τῶν ὅλων Δεσπότης Θεὸς τῷ μακαρίῳ προσήγαγεν Ἠλίᾳ, λῦσαι τὴν κατ᾽ αὐτῶν ἀπόφασιν τὸν προφήτην βιαζόμενος.

Ἄγει γάρ με πρὸς Ἠλίαν ὁ προλαβὼν παιδευτής. Ὁ μακάριος Ἠλίας ἰδὼν τὸν τῶν Ἰουδαίων λαὸν τῆς τοῦ Θεοῦ καταστρηνιῶντα φιλανθρωπίας, καὶ τὸν μὲν Θεὸν τῆς ἐκείνων θεομαχίας ἀνεχόμενον διηνεκῶς, ἐκείνους δὲ τῇ μακροθυμίᾳ πρὸς ῥᾳθυμίαν παιδοτριβουμένους ἀεὶ, ἐπινοεῖ τι τοιοῦτον κατὰ τῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγαθότητος· ἀποφαίνεται κατ᾽ αὐτῶν. Εἶτα εἰδὼς ὅτι τὸν τῶν δικαίων ζῆλον δυσωπεῖται Θεὸς, βουλόμενος τοὺς Ἰουδαίους κολάσαι, καὶ φοβούμενος τὴν θείαν χρηστότητα μικροῖς δάκρυσιν εὐθὺς θεραπευομένην, ἀποφαίνεται κατ᾽ αὐτῶν τιμωρίαν, καὶ ὅρκῳ τὴν τιμωρίαν δεσμεῖ, ἵνα τὸν ὅρκον Θεὸς δυσωπούμενος, μὴ λύσῃ τὴν κατ᾽ ἐκείνων ἀπόφασιν. Ἀγαθὸς, φησὶ, περὶ αὐτοὺς ὁ Θεὸς, καὶ μικροῖς παρ᾽ αὐτῶν θεραπεύεται δάκρυσι, ταῦτα δὲ τούτους εἰς εἰδωλολατρείαν παιδοτριβεῖ. Ζῇ Κύριος, φησὶν, οὐκ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός.

Εἶτα, ὡς τοῦ Θεοῦ πρὸς αὐτὸν ἀντιφθεγγομένου· Τί οὖν, ἂν κολακευθῶ παρ᾽ ἐκείνων διὰ μετανοίας, Ἠλία, ἂν δάκρυα προσφέροντας ἐκείνους θεάσωμαι, ἂν ἐπὶ τὰς πλημμελείας μετανοοῦντας, εὐθὺς μὴ δώσω ὑετόν; Οὒ, ζῇ Κύριος, εἰ μὴ διὰ στόματός μου. Οὒ, ζῇ Κύριος.

Ἐκεῖνοι, φησὶν, εἰδώλοις προσήλωνται, ἐγὼ δὲ κατὰ τῆς σῆς ὀμνύω θεότητος. Δεῖξόν μου τὸν ὅρκον τὸν κατὰ σοῦ δυνατὸν, ἵνα καὶ διὰ τούτου μάθωσι τὴν τῶν εἰδώλων ἀσθένειαν. Οὒ, ζῇ Κύριος, οὐκ ἔσται, φησὶ, τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, εἰ μὴ διὰ λόγου στόματός μου. Οὐχ, ὅταν, φησὶ, σοὶ δόξῃ, λύσεις τὴν τιμωρίαν (σοὶ γὰρ ἀεὶ δοκεῖ τὸ φιλανθρωπεύεσθαι), ἀλλ᾽ ὅταν περὶ αὐτῶν ἱκετεύσω, ὅταν ἐμοῦ κρίναντος, ὅταν ἀρκοῦσαν ἐπιδείξωνται τὴν τῆς ψυχῆς μεταμέλειαν. ᾘδέσθη τὴν προφητικὴν ἀπόφασιν ὁ Θεὸς, ἐτίμησεν ὅρκον τὸν εἰς αὐτόν. Συνείχετο τοίνυν ὁ τῶν ὅλων Δεσπότης, καὶ τὸν προφήτην αἰδούμενος, καὶ τὸν λαὸν τῷ λιμῷ κολαζόμενον ἐλεῶν. Τί οὖν ποιεῖ; Συγκολάζει τῷ λαῷ τὸν προφήτην, ἵνα τῇ τοῦ λιμοῦ καὶ αὐτὸς συνεχόμενος τιμωρίᾳ βουλεύσηταί τι περὶ τῆς ἀποφάσεως τῆς ἐνόρκου φιλάνθρωπον· καὶ συγκολάζει μὲν τῷ λαῷ τὸν προφήτην, ἐπικουφίζει δὲ τῷ προφήτῃ τὴν τιμωρίαν, οὐδὲ αὐτὴν τὴν τῆς φιλανθρωπίας ὁδὸν ἄνευ τῆς σοφίας ποιούμενος.