Ἡ γὰρ χήρα, τεθνηκότος τοῦ τέκνου, περιέστη τὸν προφήτην σὺν δάκρυσιν. Εἴθε, φησὶ, λιμῷ προαπολώλειν, καὶ πρὸ τῆς σῆς εὐλογίας ἀποτεθνήκειν, ἢ τοῦ υἱοῦ ἐγεγόνειν θεατὶς τεθνεῶτος. ᾘσχύνετο τὸ συμβὰν ὁ προφήτης· Οὗτοι, φησὶ τῇ χήρᾳ, τῆς εἰς ἐμὲ ξενοδοχίας οἱ μισθοί; Πρὸ τῆς ἐμῆς δεξιώσεως, εὔτεκνος· μετὰ τὴν δεξίωσιν τὴν ἐμὴν περὶ τέκνον τὸ φιλούμενον παρ᾽ αὐτῇ θρηνῳδία. Αἰσχυνόμενος τὸ συμβὰν ὁ Ἠλίας, καὶ καθ᾽ ἑαυτὸν περιστρέφων τὸ πρᾶγμα, ᾔσθετο τέχνην οὖσαν τοῦ πάντων Δεσπότου τὸ γεγενημένον, ᾔσθετο τὴν τέχνην τὴν θείαν. Καὶ τί φησιν; Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾽ ἧς ἐγὼ κατοικῶ μετ᾽ αὐτῆς! Τί δέ ἐστιν ὃ βούλεται λέγειν; Παρὰ σοῦ, φησὶν, ἡ περὶ τῆς γυναικὸς πρός με μαρτυρία· σὺ, φησὶν, εἶπας· Ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διαθρέψαι σε, πάντως τῇ τῆς γυναικὸς μαρτυρῶν ὡς εὐσεβεῖ προαιρέσει. Πρὸς ταύτην ἐξ ἐκείνων με τῶν τόπων μετέστησας, καὶ ἣν τετίμηκας τῇ παρὰ σοῦ μαρτυρίᾳ, ταύτην νῦν τῷ τοῦ τέκνου τιμωρῇ θανάτῳ; Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ᾽ ἧς ἐγὼ κατοικῶ μετ᾽ αὐτῆς, σὺ ἐθανάτωσας τὸν υἱὸν αὐτῆς!