Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν προφήτην Ἠλίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η λήξη της ανομβρίας και η μετάσταση του προφήτη

Η προτροπή του Θεού για την αναγγελία των βροχών στον Αχαάβ, η αντιπαραβολή της θείας συγκατάβασης προς τους αμαρτωλούς με την προφητική αυστηρότητα, η ανάληψη του Ηλία στον ουρανό και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Πρὸς φιλανθρωπίαν ὠθεῖς με· αἰσθάνομαί σου τῶν τεχνασμάτων, ὦ Δέσποτα, ἵνα ὅταν εἴπω σοι, Τὸν υἱὸν τῆς χήρας τὸν τεθνεῶτα διάσωσον, ἀντιφθέγξῃ καὶ αὐτὸς πρός με· Τὸν Ἰσραὴλ σὺ τῷ λιμῷ νενεκρωμένον κατοίκτειρον. Αἰτεῖς με χάριν, ἀνταιτήθητι χάριν· λῦσον τοῦ λιμοῦ τὴν ἀπόφασιν, καὶ λύω τοῦ θανάτου τὴν ψῆφον. Ὡς οὖν εἶδεν ὁ Θεὸς Ἠλίαν, πολλοῖς ἐκδαμασθέντα, καὶ γεγενημένον φιλανθρωπότερον, τότε λοιπὸν προσάγει φανερώτερον πρὸς αὐτὸν τῆς φιλανθρωπίας τοὺς λόγους, ὡς οὐκέτι λοιπὸν τὴν τῆς τιμωρίας λύσιν λογιζόμενον ὕβριν. Πορεύθητι, φησί. Πρεσβείας τοῦ Θεοῦ πρὸς τὸν δοῦλον ῥήματα· αὐτὸς δι᾽ ἑαυτοῦ ὁ Θεὸς περὶ φιλανθρωπίας πρὸς τὸν δοῦλον πρεσβεύει. Πορεύθητι, φησίν. Ἐπειδὴ ἐγένου, φησὶ, φιλανθρωπότερος, δέξαι μου καὶ τῆς φιλανθρωπίας τοὺς λόγους· ἐπειδή με ταῖς τῆς φιλανθρωπίας ὠδῖσι συνεχόμενον ἔγνως, ἄκουέ μου λοιπὸν φανερώτερον. Ὠδίνω τῆς τιμωρίας τὴν λύσιν, ἐπείγομαι πρὸς χορηγίαν καταλλαγῶν, αἰσχύνομαι τῶν κολαζομένων τὰ δάκρυα. Πάντες ἁμαρτωλοὶ, ὦ προφῆτα, κρατοῦσί μου φιλανθρωπίας χειρόγραφον· μή με ποιήσῃς παρ᾽ αὐτοῖς ψευδολόγον φανῆναι. Ἄκουε δὲ καὶ τῶν τοῦ γραμματείου φωνῶν, ἅσπερ οἶδας καὶ αὐτός· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.

Ὑπέταξεν ὁ Ἠλίας τὰ ὦτα, ὑπέθηκε τὴν ψυχὴν τοῖς παρὰ τοῦ Θεοῦ λαλουμένοις. Πορεύθητι, φησὶ, καὶ ὄφθητι τῷ Ἀχαάβ. Οὐ καταλλασσόμενος χωρὶς σοῦ καταλλάσσομαι· σὺ παράσχου τοῖς κολαζομένοις τὴν χάριν. Ἐγὼ λάθρα πρὸς σὲ ὑπὲρ ἐκείνων πρεσβεύομαι σὺ δὲ γενοῦ τῶν καταλλαγῶν χορηγὸς φανερός. Πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ τῆς γῆς. Σὺ τὰς καταλλαγὰς καταμήνυσον, σὺ τὴν τῶν ὄμβρον χορηγίαν ἀπόφηναι· ἐγὼ δὲ ταῖς σαῖς ἀποφάσεσιν ὑπογράφω. Ἔτρεχεν οὖν καὶ ἄκων καὶ ἑκὼν ὁ Ἠλίας, καὶ τοὺς ὄμβρους εὐηγγελίζετο· ἀλλὰ πάλιν τὴν αὐτῶν ἀσέβειαν θεασάμενος, ἐμελέτα τινὰ τιμωρίας κατ᾽ αὐτῶν ἀπόφασιν λυπηράν. Τί οὖν ὁ Θεός;

Ὁρῶν αὐτὸν μὴ χωροῦντα πρὸς φιλανθρωπίαν τὴν τῶν πταιόντων, χωρίζει τὸν Ἠλίαν τῆς μετὰ τῶν ἁμαρτωλῶν κατοικήσεως. Ἐγὼ, φησὶν, ὦ Ἠλία, οἶδά σου τὸν ζῆλον, δυσωποῦμαί σου τὴν πολιτείαν· ἐλεῶ δὲ καὶ τοὺς ἁμαρτωλοὺς, ἡνίκα ἂν ὑπὲρ τὸ μέτρον κολάζωνται· σὺ δὲ δεινὸς εἶ ἔκδικος τῆς εὐσεβείας, τὸ δὲ τῶν ἀνθρώπων γένος συνεχῶς πλημμελοῦν. Χωρίζω τοίνυν ὑμᾶς τῆς μετ᾽ ἀλλήλων κατοικήσεως. Ἀνάβηθι ὡς εἰς οὐρανὸν, φέρειν ἁμαρτωλοὺς μὴ δυνάμενος· ἐγὼ δὲ ἐπιδημήσω τῇ γῇ. Ἂν ἐπὶ πολὺ, φησὶ, συμμένῃς ἁμαρτωλοῖς, ἐκτριβήσεται ἐκεῖνο τῶν ἀνθρώπων τὸ γένος, παρὰ σοῦ συνεχῶς κολαζόμενον. Τί οὖν; Μετάστηθι ὡς εἰς οὐρανοὺς, ὦ Ἠλία· οὐ δύναται γὰρ πῦρ συνοικεῖν καλάμῃ.

Δίδωμί σοι συνοικοῦντας ἀναμαρτήτους· τοῖς τῶν ἀγγέλων σε συγκατοικίζω χοροῖς. Μετάστηθι σὺ πρὸς τὸν οὐρανόν· ἐγὼ δὲ ἁμαρτωλοῖς ἐνδημήσω, ὁ φέρειν ἐπὶ τῶν ὤμων τὸ πεπλανημένον δυνάμενος πρόβατον, ὁ λέγων πρὸς πάντας τοὺς ἁμαρτωλούς· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες, ἐγὼ οὐ κολάσω ὑμᾶς, ἀλλ᾽ ἀναπαύσω ὑμᾶς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.