Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν 92

Ἰωάννης ὁ Χρυσόστομος

Η συγκατάβαση του Θεού, η πτώση και η εξορία του Αδάμ

Παραλληλισμός της θείας φροντίδας κατά τη δημιουργία με τα γεγονότα του Παραδείσου, και ανάλυση του θρήνου του Αδάμ για την απώλεια της παραδείσιας κατάστασης και την έναρξη του επίγειου κόπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἀρχαῖον γάρ μου τοῦτο τὸ ἐπιτήδευμα Ἐγὼ τῷ Ἀδὰμ ὑπηρέτησα ἐν τῷ παραδείσῳ· ὃ ἐκεῖ μετῆλθον, καὶ ὧδε οὐ παραιτοῦμαι. βʹ. Ἔστι δὲ πάντως εἰπεῖν, τίνα καὶ πότε ὁ Θεὸς τὸν [f. τοῦ] Ἀδὰμ διακονίαν μετῆλθεν. Ἄκουε συνετῶς.

Καλὸν γὰρ ἀποτίσαι τῆς ἕκτης ἡμέρας τῆς τελευταίας τοῦ Θεοῦ δημιουργίας, ἐν ᾗ τὴν ἐπαγγελίαν ἐποιησάμεθα. Διὰ τοῦτο γὰρ καὶ τῷ Ἀδὰμ μόνῳ ὁ δημιουργὸς ὑπηρέτησεν, ὁμοῦ καὶ δημιουργὸν καὶ κοινωνὸν αὐτὸν λαμβάνων τῶν ἑαυτοῦ κτισμάτων. Ἴστε πάντες σαφῶς, πῶς ἐν τῷ παραδείσῳ ὁ δημιουργὸς καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψηλοῦ τόπου, προσήγαγεν αὐτῷ ἕκαστον τῶν ζώων. Ὁ Δεσπότης ἐξ ἀρχῆς οὐ παρῃτήσατο δούλῳ ὑπηρετῶν, τῷ ἰδίῳ κτίσματι· ἐξ ὧν καὶ ἐν τῷ παραναγνωσθέντι εὐαγγελίῳ οὐ παρῃτήσατο ὑπηρετῆσαι τοῖς δούλοις, ἀνέκλινεν αὐτοὺς ἐπὶ χόρτου, καὶ λαβὼν τοὺς ἄρτους ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς προσφέρειν, τρέφων, πληθύνων, θαυματουργῶν, τὰ δέοντα χορηγῶν. Ἐξ ὧν καὶ ἐν τῷ παραδείσῳ τῆς ἀρχαίας δημιουργίας φέρων τὴν ἀγαθότητα, καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψηλοῦ τόπου, παρῆγεν ἓν ἕκαστον τῶν ζώων ὁ δημιουργὸς, ἵνα εἴ τι βούλεται ὁ Ἀδὰμ, τοῦτο αὐτὸ καλέσῃ, κοινωνὸν αὐτὸν λαμβάνων τῶν ἑαυτοῦ κτισμάτων· ὅπερ ἡ Γραφὴ παρέστησε λέγουσα· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ κτήνη· καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσαι αὐτά. Μάθωσιν, ὅτι διὰ σὲ παρήχθησαν. Τὴν ἐμὴν δέχου οἰκονομίαν.

Μή τι τοσοῦτον ἐπὶ ἀγγέλου, ἢ ἐπὶ ἄλλης κτίσεως, οἷον ἐπὶ τοῦ ἀνθρώπου; Ἐπειδὴ αὐτὸν μόνον ἰδίαις χερσὶν ἔπλασεν, αὐτῷ μόνῳ ὑπηρέτησεν ὁ δημιουργὸς, τοῦτο μὲν, τῇ τῶν ζώων παραγωγῇ, τοῦτο δὲ, ἐν τῇ τῶν ἐνδυμάτων καλλονῇ. Ἐξ ὧν καὶ ἐν τῇ ἐνανθρωπήσει μηνύων τοῖς ἑαυτοῦ μαθηταῖς, ἤρξατο νίπτειν αὐτῶν τοὺς πόδας, τῆς ἀρχαίας δημιουργίας τὴν ἔμφασιν παριστῶν. Τοῦ δὲ Πέτρου ἀπὸ εὐλαβείας παραιτουμένου τὴν τῶν ποδῶν νίψιν, ὁ Κύριος πρὸς αὐτόν· Ἐὰν μή σου νίψω τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. Ἐγώ εἰμι ὁ τῷ Ἀδὰμ ὑπηρετήσας, τοῦτο μὲν, τὰ ζῶα παραγαγὼν, τοῦτο δὲ, τὴν πλευρὰν αὐτοῦ οἰκοδομῶν εἰς γυναῖκα, ἐξ αὐτοῦ τὸ αὐτοῦ, καὶ πρὸ αὐτοῦ τὸ ἐμὸν δι᾽ ἑαυτοῦ αὐτῷ προσάγων. Ἐξ ὧν δείκνυσι, φίλε, ὅτι μόνος ὁ ἄνθρωπος ἐν κτίσμασιν ἀσύγκριτον καὶ ἐξαίρετον ἔργον τοῦ Θεοῦ.

Ἐξ ὧν καὶ περὶ αὐτοῦ μόνου γέγραπται· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. Πολλὴ σχέσις Θεοῦ περὶ τὸν ἄνθρωπον· καὶ ὁ μὲν δημιουργὸς τοσαύτης δόξης τὸν Ἀδὰμ ἠξίωσεν, οἵας ἄλλη κτίσις καθάπαξ οὐ μετέσχεν· ὁ δὲ Ἀδὰμ ὀλιγωρήσας ἐξωλίσθησεν εἰς τὸν τοῦ ᾅδου πυθμένα, ἀντὶ βασιλείας πτωχείαν ἐπισπασάμενος, ὡς γενέσθαι τὸν δεσπότην δοῦλον, τὸν παντάρχην προσαιτὴν, τὸν εὐπρέπειαν ἠμφιεσμένον, μηδὲ ῥάβδου εὐποροῦντα, τὸν φιλικῇ συντυχίᾳ καθ᾽ ἑκάστην τῷ Θεῷ συνδιατρίβοντα, ὡς κλέπτην ὑπὸ δένδρον κρυπτόμενον, τὸν δεξάμενον τὸν παράδεισον ἐνδιαίτημα, ἐξόριστον τοῦ παραδείσου γενόμενον, καὶ κατ᾽ ἀντικρὺ τοῦ παραδείσου παροικιζόμενον, ἵνα βλέπων τὴν ζημίαν τοῦ παραδείσου, μὴ παύσηται μεμφόμενος τὴν ματαίαν συμβουλίαν. Τί γὰρ ἕτερον ἔπραττεν ὁ Ἀδὰμ, ἔξω τοῦ παραδείσου τὴν κατοίκησιν ἔχων, σκάπτων, κάμνων, μεταλλεύων, βωλοστροφῶν, ἱδρῶτι πανταχόθεν κατακλυζόμενος, ἢ ὀνειδίζει μεγάλῳ στόματι τὴν γαμετὴν, φάσκων οὕτως· Ἴδε σου τῆς συμβουλίας τὰ κέρδη· ἵνα σὺ τῷ ὄφει προσπαίζῃς, ἐγὼ τῆς τοῦ Θεοῦ δωρεᾶς ἠλλοτρίωμαι; Οὐχ ὑπέσχου μοι λέγουσα, γύναι, ἐὰν γεύσῃ τοῦ ἀπηγορευμένου καρποῦ, γενήσῃ μακάριος; Οὐ θεόν με ποιεῖν ἐπηγγείλω μετὰ τὴν βρῶσιν τοῦ ἀπηγορευμένου καρποῦ; Πῶς οὖν ὁ θεὸς σκαφεὺς ἀνεδείχθην; ὁ μακάριος τρισάθλιος εὑρέθην;

Σὺ ἐσφάλης, κἀγὼ μαστίζομαι· τὴν πλευρὰν ἀπολώλεκα, καὶ βοηθὸν οὐχ εὗρον. Οἴμοι, γύναι Εὔα, θανάτου μήτηρ, παρακοῆς γεννήτρια, παραδείσου ἐκβλήτρια, δρακοντιαίων συρισμάτων ἀγαπήτρια, διαβολικῶν μηχανημάτων ἐπιτήδειον ὄργανον. Ἄπιθι, γύναι· τί μου τὴν ἀθανασίαν ἐθέρισας; τί μου τὴν βασιλικὴν στολὴν ἔσχισας; ἣν οὐχ ὕφανας, διέῤῥηξας. Τί με φύλλα συκῆς ῥάπτειν ἐδίδαξας; τί μοι καρπὸν παγιδευτικὸν προσήγαγες, γύναι γοητόστομε, λέγουσα· Δέξαι, φάγε τοῦ φθονηθέντος σοι καρποῦ; ᾟ δ᾽ ἂν γὰρ ἡμέρᾳ φάγῃ, διανοιχθήσονταί σου οἱ ὀφθαλμοὶ, καὶ ἔσῃ ὡς Θεὸς γινώσκων καλὸν καὶ πονηρόν. Τί ἔπραξας, γύναι; Ἐτυφλώθην, οὐ βλέπω. Τὸ κακὸν ἐποίησα, τὸ καλὸν ἀπεπήδησεν. Ὥσπερ ἡ ἀκτὶς μοχθῶ, οὐχ ὡς Θεὸς αὐθεντῶ. Ἄπιθι, γύναι, οὐκ οἶδα τίς εἶ. Πρὸ τοῦ συναφθῆναι τὴν λύσιν ζητῶ· οὐ φέρω τὸν κόπον. Σὺ ἀμέριμνος μὲν οὖσα, οὐκ αἰσθάνῃ τῆς ὀδύνης. Ὅτε τόκῳ πλησιάσεις, τότε τῆς ἀποφάσεως ὑπομνησθήσῃ. Ἄπιθι, ἀφορήτων μοι κακῶν ἐγένου πρόξενος, γύναι· τὴν γῆν προσετάχθην ἐργάσασθαι, ἐν ἱδρῶτι τοῦ προσώπου τὸν ἄρτον ἐσθίειν· ἀκάνθας καὶ τριβόλους ἡ γῆ ἀνατέλλειν μοι προσετάχθη. Ταύτην θεόθεν τὴν ἀπόφασιν ἔλαβον.

Τί ποιήσω; πότε δίκελλαν χαλκεύσω; πότε ἄροτρον κατασκευάσω; πότε ταῦρον ζυγῷ πείθεσθαι διδάξω; πότε πλάκας ἐγερῶ; πότε σπέρμα ῥίψω; πότε στάχυν περιμενῶ; πότε δρέπανον ὀξυνῶ; πότε δρᾶγμα θερίσω; πότε ἅμαξαν γεμίσω; πότε ἅλωνα καθαρίσω; πότε τυκάνην χαράξω; πότε πτύον συμπήξω; πότε ζύμην ἐγκρύψω; πότε ἄρτον σχηματίσω; πότε ὀπτῆρας ἐκκαύσω;

Οὐ φέρω τὴν ὀδύνην. Μετὰ πόσων μόχθων καὶ ἱδρώτων ἐσθίω τὸν ἄρτον; Ἴδε πόσων κακῶν γέγονας μοι πρόξενος, γύναι, ζωὴ προσαγορευθεῖσα, καὶ θάνατος εὑρεθεῖσα. Ὄντως θανάτου πρόξενος ἡ γυνὴ, ἔκτοτε καὶ νῦν. Καὶ μή μου τοῦτο λέγοντος περὶ γυναικὸς καταστασιαζέτω τὸ τῶν γυναικῶν σύστημα· ἀποδοῦναί με τὸ ἔγκλημα, εἰ θέλωσιν ὑποδέξασθαι. Μὴ ἐμοὶ ὀργιζέσθωσαν, ἀλλὰ τῷ χριστοφόρῳ Παύλῳ. Εἰ τολμῶσιν ὑβρίζειν, ἐκεῖνον ὑβριζέτωσαν.