Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ϙδ΄

Ἰωάννης ὁ Χρυσόστομος

Το παράδειγμα του Εζεκία και του Σενναχηρείμ

Παραβάλλεται η θαυματουργική διάσωση του Εζεκία, ως αποτέλεσμα της μεταμέλειάς του, με την καταστροφή του αμετανόητου βασιλιά των Ασσυρίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Οὐ χρεία σοι ἀναλωμάτων πολλῶν καὶ δαπανῶν, ἀλλ᾽ ἀποστραφεὶς στέναξον, καὶ εὐθέως ἵλεω τὸν Δεσπότην κατέστησας. Ἐστράφη ποτὲ Ἐζεκίας πρὸς τὸν τοῖχον, οὐ τὸν ἐκ λίθων συγκείμενον, ἀλλὰ τὸν διὰ προφητικῆς καὶ ἀποστολικῆς διδασκαλίας οἰκοδομούμενον.

Τοῖχον ἐκεῖνον λέγω, περὶ οὗ Παῦλος καυχᾶται λέγων· Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· τοῖχον ἐκεῖνον λέγω, ἐφ᾽ ᾧ ὁ ἀκρογωνιαῖος λίθος ἐτέθη· λέγω δὴ Χριστὸν, περὶ οὗ εἶπεν ἡ Γραφὴ, ὅτι Λίθοι ἅγιοι κυλισθήσονται· τοῖχον ἐκεῖνον λέγω, δι᾽ ὃν ὁ τοῦ Θεοῦ ᾠκοδομήθη ναός. Τί ποιεῖς, ὦ Ἐζεκία; τί ἀποστρέφῃ πρὸς τοῖχον; Φησὶν, ὅτι ἐκεῖνον ζητῶ, τὸν ζωῆς δωτῆρα καὶ θανάτου λυτῆρα· ἐκεῖνον ζητῶ, καὶ ἐπ᾽ αὐτὸν καταφεύγω. Ὅμως στραφεὶς καὶ μετανοήσας τὴν ζωὴν ἐκαρπώσατο, καὶ ἀπόφασιν Θεοῦ κατ᾽ αὐτοῦ ἐξενεχθεῖσαν ἔφυγε, καὶ δεκαπέντε ἔτη ζωῆς προσέθηκεν αὐτῷ ὁ Θεός· καὶ πολεμίων κύκλῳ περιτειχισαμένων, καὶ κυκλωσάντων τὴν πόλιν, ἄγγελος ὑπέρμαχος ἐγένετο, καὶ τὰ τοσαῦτα πλήθη τῶν Ἀσσυρίων κατεστρώννυεν.

Τοσοῦτον ἴσχυσεν ἡ μετάνοια· Ἐξῆλθεν γὰρ, φησὶν, ἄγγελος Κυρίου, καὶ εἰς τὴν παράταξιν τῶν Ἀσσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· τὸν δὲ τούτων ἡγούμενον τὸν Σεναχηρεὶβ ζῶντα ἀπέλυσεν, δι᾽ οὐδὲν ἕτερον, ὡς ἔγωγε νομίζω, ἀλλ᾽ ἢ εἰς μετάνοιαν αὐτὸν προσκαλούμενος ὁ Θεός. Ἀμέλει γοῦν ὡς εἶδεν αὐτὸν ὁ Θεὸς μὴ πεισθέντα, μηδὲ ἀποστραφέντα, τῆς αὐτοῦ κακίας, ἀλλ᾽ ἀμειλικτόν τινα καὶ δυσέντευκτον ὄντα, ὑπὸ τῶν δύο υἱῶν αὐτοῦ τοῦτον ἐθανάτωσεν.

Ὅταν γὰρ προσεδόκησε τὸν πανώλεθρον καὶ θεήλατον ἐκφυγεῖν θάνατον, καὶ εἰς τὴν αὐτοῦ τυγχάνειν γῆν, καὶ τὰ τῆς εἰρήνης αὐτῷ ἐν ἀσφαλεῖ γενέσθαι, τότε Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ δύο υἱοὶ αὐτοῦ σφάζουσιν αὐτὸν, καὶ φεύγουσιν ἐπὶ τὰ ὄρη Ἀραράτ. Θεωρεῖς, ἀγαπητὲ, πόσον τῷ Ἐζεκίᾳ συνεβάλετο ἡ ἐξομολόγησις; πόσον δὲ τὸν Σεναχηρεὶβ εἰργάσατο κακὸν τὸ ἐπιμένειν ταῖς ἁμαρτίαις; Θέλεις σοι καὶ ἄλλην ὑποδείξω μετανοίας ὁδὸν, καὶ θύραν ἐξομολογήσεως; Μίμησαι τὴν τῶν βαρβάρων ἐκείνων μετάνοιαν, τῶν Νινευιτῶν λέγω δή. Ἐκεῖνοι γὰρ προφήτου κατήκοοι γεγονότες, οὐκ εὐαγγελικὰ δεξάμενοι ῥήματα, οὐ προφήτην Θεοῦ ἀκούσαντες, οὐ βασιλείας οὐρανῶν εὐαγγελισμὸν δεξάμενοι, βλέπε πως προσέρχονται Θεῷ, πῶς δυσωποῦσι Θεὸν, πῶς ὀργιζόμενον αὐτοῖς ἀντικαταλλάσσουσιν τὸν Κύριον· πῶς ἀπόφασιν Θεοῦ ἔλυσαν· πῶς ὀργὴν Θεοῦ ἀπώσαντο, καὶ φιλανθρωπίαν ἐπεκαλέσαντο· πῶς βάραθρον καὶ κατάπτωμα τὴν πόλιν αὐτῶν τυγχάνουσαν, τείχους αὐτὴν ἰσχυροτέραν ἐποίησαν, καὶ παντὸς ἀδάμαντος στεῤῥοτέραν. Οὐκ ἐδυσώπησε Θεῷ πορφύρας ἀξίωμα, ἀλλὰ σάκκος· οὐδὲ διάδημα βασιλικὸν, καὶ κράτος, ἀλλὰ σποδὸς μετὰ σάκκου· οὐ χρυσοκόλλητος θρόνος ἐκ λίθων συγκείμενος, ἀλλ᾽ ἐξομολόγησις. Ὦ σάκκου δύναμις παρευδοκιμοῦσα καὶ νικῶσα πορφύραν βασιλικήν· ὦ σποδοῦ δύναμις διαδήματος καὶ θρόνου βασιλικοῦ ἰσχυροτέρα.