Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν οεʹ

Ἰωάννης ὁ Χρυσόστομος

Η δύναμη της προσευχής και τα βιβλικά παραδείγματα

Ανάλυση της προτροπής του ψαλμού για προσευχή και εκπλήρωση των ταμάτων. Παρατίθενται τα παραδείγματα της Ιουδίθ, του Εζεκία, του Δαβίδ και του Μωυσή, για να καταδειχθεί ότι η σωτηρία και η νίκη προέρχονται αποκλειστικά από τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Οἱ μὲν τοῦ κόσμου τούτου διδάσκαλοι πρὸς τὴν τῶν γραμμάτων γνῶσιν τοὺς παῖδας ἀνάγουσιν· οἱ δὲ τῆς Ἐκκλησίας διδάσκαλοι πρὸς τὴν τῶν κατορθωμάτων τελείωσιν τοὺς μαθητὰς ἐκδιδάσκουσι. Καὶ ἔστιν, ἀγαπητοὶ, καταμαθεῖν ἀκριβῶς ἐκ τῶν ἀρτίως ἡμῖν ἐπαναγνωσθέντων ἐν τῷ ψαλμῷ τὴν τῶν εἰρημένων ἀκριβεστάτην ἀλήθειαν. Τί γὰρ νῦν ἔλεγεν ὁ τοῦ Πνεύματος προφήτης, ὁ μεγαλογράφος Δαυΐδ; Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Οἷον ὡς ἡ μακαρία Ἰουδὶθ, τοῦ Βαβυλωνίου ποτὲ Ὀλοφέρνου μετὰ τοῦ ἰδίου στρατοπέδου τὴν Ἱερουσαλὴμ περικυκλώσαντος, καὶ πάσας τὰς ἐν τῇ πόλει εἰσαγούσας ὑδροτόκους πηγὰς διατεμόντος, λιμῷ δὲ ὕδατος ὀλλυμένους τοὺς Ἑβραίους [f. ὥστε] ἑτοίμους εἶναι ἑαυτούς τε καὶ τὴν πόλιν παραδιδόναι τῷ τὴν ἀνάγκην αὐτοῖς ἐπιτιθέντι· παρελθοῦσα δὲ ἡ μακαρία ἐκείνη ἀνδρείῳ φρονήματι καὶ πιστῷ βουλήματι, διεκώλυε τῆς πόλεως τὴν παράδοσιν γίνεσθαι· ἑαυτὴν δὲ διαναστήσασα πρὸς τὸ τηλικοῦτον στρατόπεδον μάχεσθαι καὶ πολεμῆσαι, καὶ ἐκδικῆσαι τὸ ἴδιον γένος, καὶ τὴν πόλιν περισώσασθαι βουλομένη, Θεῷ πιστεύσασα, τῇ τοῦ σώματος ῥώμῃ ἑαυτὴν πρὸς τὸν τῶν ὑπεναντίων πόλεμον ἐπιδοῦσα, ἔλεγε τοῖς ἱερεῦσι καὶ πᾶσι τοῖς πιστοῖς ἀνθρώποις· Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Ἣ καὶ ἐξελθοῦσα τῆς πόλεως, ἑσπέρας ἤδη καταλαβούσης, μετὰ μιᾶς θεραπαινίδος, ἐπισίτιά τε λαβοῦσα μεμετρημένα τῇ πίστει (οὐ γὰρ ἐβούλετο τοῖς Ἑλληνικοῖς ἀποχρᾶσθαι βρώμασιν Ἰουδαία τυγχάνουσα, καὶ ὑπὸ τοῦ νόμου κωλυομένη), γενομένη δὲ παρὰ τῷ Ὀλοφέρνῃ, ὡς πρόσφυξ, ἐν στολῇ καθαρᾷ καὶ κόσμῳ γυναικείῳ εὐπρεπεῖ, ἐξανδραποδίσασα τὸν ἀλλόφυλον τῇ ἐπιθυμίᾳ τῇ πρὸς γυναῖκα, ἑαυτὴν μὲν διεφύλαττεν ἄχραντον· τῇ γὰρ σωφροσύνῃ οὐκ ἐμιαίνετο. Νυκτὸς γὰρ τοῦ στρατοπέδου καθεύδοντος, καὶ τοῦ Ὀλοφέρνου οἴνῳ πολλῷ κεκαρωμένου, λαβοῦσα εὐθαρσῶς τὴν δίστομον αὐτοῦ μάχαιραν, ἀπεκεφάλισεν αὐτόν· δῆλον Θεοῦ ἐνδυναμοῦντος τὴν δεξιὰν τῆς νεανίδος. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ, ἐν ᾗ ἠνδραγάθησε, νικηφόρος ἐπὶ τὴν πόλιν ἀναδραμοῦσα, καὶ τὴν κεφαλὴν αὐτοῦ διὰ τοῦ τείχους χαλάσασα, θρίαμβον αὐτὸν πᾶσι τοῖς ἀλλοφύλοις ἐδείκνυεν, ὡς τῇ ἐπαύριον θεωρήσαντας τοὺς ἀλλοφύλους τὸν ἑαυτῶν στρατοπεδάρχην ὑπὸ μιᾶς γυναικὸς ἀναιρεθέντα, δειλίᾳ πολλῇ καὶ φόβῳ πολλῷ πιεσθέντας φεύγειν ἀπὸ προσώπου τῶν Ἑβραίων, καὶ πληροῦσθαι τὸ γεγραμμένον· Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας; Εὑρίσκεται γὰρ ὁ μὲν ἀνδρειότατος Σαμψὼν μόνος χιλίους διώξας, ἡ δὲ ἀνδρειοτάτη Ἰουδὶθ μετὰ τῆς ἰδίας θεραπαινίδος τὰς μυριάδας τῶν ἀλλοφύλων μετακινήσασα.

Ὁρᾷς πόσον ἐστὶν ἀγαθὸν τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν· Ἐζεκίας δὲ ὁ βασιλεὺς πιστὸς ἀνὴρ ὑπάρχων, καὶ πίστει μᾶλλον καὶ εὐχῇ, ἢ ὅπλοις [ὃς] καὶ στρατιωτικῇ δυνάμει ὑπερειδόμενος, παρ᾽ ἐλπίδα ἐποίει τὰ τῶν πολεμίων νικήματα. Ἀμέλει γοῦν τοῦ Σεναχειρὶμ μετὰ πολλοῦ ὄγκου βαρβάρων ἐπελθόντος, καὶ τὴν Ἱερουσαλὴμ περιδονήσαντος, καὶ ὀνειδίζοντος Θεὸν καὶ τοὺς πιστεύοντας εἰς αὐτὸν ἀνθρώπους, ὕβρεις δὲ ἐγγράφους πέμψαντος τῷ Ἐζεκίᾳ κατὰ Θεοῦ, καὶ αὐτοῦ δεξάμενος τὸ βιβλίον ὁ Ἐζεκίας, καὶ ἀναγνοὺς ἐνώπιον τοῦ Θεοῦ, ηὔξατο καὶ ἀπέδωκε Κυρίῳ τῷ Θεῷ ἡμῶν· ὅθεν παραχρῆμα τοῦ περιέχοντος αὐτὸν κινδύνου ἠλευθεροῦτο· οὕτως ἀθρόως καὶ θαυμαστῶς τὴν παρὰ Θεοῦ βοήθειαν ἐλάμβανεν. Εἷς γὰρ ἄγγελος ἀπ᾽ οὐρανῶν ἐν τῇ νυκτὶ ξιφήρης καταδραμὼν, ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας τῶν ἀλλοφύλων ἀνῄρει, μηδενὸς αὐτῶν ἰσχύοντος πρὸς τὴν τῆς δεξιᾶς αὐτοῦ ὁρμὴν ἀντισχεῖν, ἵνα παιδευθῶσι τὰ τῶν ἀλλοφύλων γένη κατὰ Θεοῦ γλῶσσαν βλάσφημον μὴ ὀξύνειν Τοσοῦτον ἀγαθόν ἐστιν, ἀγαπητοὶ, τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Δαυῒδ δὲ ὁ σοφώτατος, ἐπὶ Σαοὺλ τοῦ βασιλέως Ἰσραὴλ, τῶν ἀλλοφύλων ἐπιστρατοπεδευσάντων κατὰ τοῦ Ἰσραηλιτῶν γένους, καὶ ἕνα προβεβλημένων πρὸς μονομαχίαν ἄνδρα τῇ τοῦ σώματος ῥώμῃ γίγαντα, τῇ τῆς φρονήσεως γνώμῃ ὑπὲρ γίγαντα, μεγάλα λαλοῦντα, καὶ μεγάλα ἐπαγγελλόμενον· οὗτος δὲ ἦν ὀνόματι Γολιὰθ, οὗ τὸ μέγεθος Ἑβραίων παῖδες θεωρήσαντες, δειλίᾳ καὶ φόβῳ πιεσθέντες πολλῷ συνείχοντο, τὴν τοῦ πολέμου συμβολὴν ἀποφεύγοντες· γνοὺς δὲ ὁ ἀγχίνους Δαυῒδ, ὅτι οὐδὲν ἰσχύει πρὸς νίκην ὁλκὴ σώματος, οὔτε ὅπλων καὶ ἵππων παράταξις (Οὐ σώζεται γὰρ βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται), λαβὼν πέντε λίθους, σύμβολον τῆς παρὰ Θεοῦ δεδομένης αὐτοῖς Πεντατεύχου, ὁ μικρὸς, ὁ νεώτερος, ὁ παρὰ τοῖς ἰδίοις καὶ τοῖς ἀλλοφύλοις ἐξουδενωμένος, μιᾷ λίθου βολῇ κατὰ τοῦ μετώπου τύψας, ἐπὶ στόματος ἔφερε τὸν ὑπερήφανον γίγαντα. Καὶ ἔστιν, ἀγαπητοὶ, ζητήσεως ἄξιον, πῶς κατὰ τοῦ μετώπου λαβὼν ὁ Γολιὰθ, οὐκ εἰς τὰ ὀπίσω ἐτρέπετο, ἀλλὰ ἐπὶ πρόσωπον ἐῤῥήγνυτο. Ἦ δῆλον, ὅτι δεῖ νοεῖν ἡμᾶς, ὅτι ἄγγελος ἦν ἑστὼς ὄπισθεν τοῦ θεομάχου, ἐπὶ πρόσωπον αὐτὸν ἀκοντίζων. Οὕτως ἀγαθόν ἐστι τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν.

βʹ. Μωϋσῆς δὲ ὁ μακάριος τὸν τῶν Ἑβραίων λαὸν ἐκ τῆς Αἰγύπτου μεταναστήσας, καὶ ἐλθὼν παρὰ τὰ ῥεῖθρα τῆς ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Αἰγυπτίων μετὰ ὄχλου ἰσχυροῦ καὶ πολυαρίθμου ἐπιδραμόντων, τῶν δὲ Ἑβραίων μὴ δυναμένων μηδὲ τῷ πολέμῳ ἀντιστῆναι, μηδὲ διὰ τῆς φυγῆς τὴν ἑαυτῶν σωτηρίαν περιποιήσασθαι· ἔμπροσθεν γὰρ αὐτοῖς θάλασσα ἥπλωτο φυγεῖν κωλύουσα, καὶ ὄπισθεν ὁ τῶν Αἰγυπτίων σκοτεινὸς λαὸς ξιφήρης αὐτοῖς ἐπεσείετο· καὶ ὅσον περιχαρεῖς ἦσαν οἱ Ἑβραῖοι ἐπὶ τῇ τῶν πεπραγμένων ἐννοίᾳ, τοσοῦτον ἀθρόως θεωρήσαντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους, τῷ φόβῳ συνείχοντο, καὶ ἠλαύνοντο χύδην ταῖς φροντίσιν, ὅπερ ἐλαύνεται θάλασσα σφοδρῶν πνευσάντων ἀνέμων εἰς αὐτὴν, ὡς καὶ ἀποτολμήσαντας διὰ τὴν ὑπερβολὴν τοῦ φόβου λέγειν πρὸς τὸν Μωϋσέα· Ὁρᾷς ὅσον καὶ ἐπ᾽ αὐτὴν ἥκει τὰ πράγματα τὴν τελευτὴν, καὶ ὥσπερ εἰς τὰς ψυχὰς ἡμῶν ἰλυσπᾶται ὁ φόβος; Ἤδη γὰρ ἡμᾶς ἀπειλοῦσι ὀρνέων θοίνην γενέσθαι, συνιέντες ὡς εἰς ἐσχάτην ἥκαμεν, καὶ ὅτι παντάπασιν ἄπορά ἐστι τὰ καθ᾽ ἡμᾶς.

Τί μέλλεις, Μωϋσῆ; Βέλτιον ἦν ἐν Αἰγύπτῳ τεθνάναι ἡμᾶς, ἢ ἐνταῦθα ἐξελθόντας ἰδεῖν τὰ νήπια ἡμῶν καὶ τὰς γυναῖκας καὶ ἡμᾶς αὐτοὺς ὀρνέων καὶ χερσαίων θοίνην καὶ σπαράγματα γιγνομένους. Τούτοις γὰρ μάλιστα πιστεύσας ὁ Φαραὼ ὀδύνης γέμει, καὶ ὡς ἐν χερσὶν ἔχων τὸ κῦρος, αὐθαδιάζεται, καὶ πρὸς αὐτὸν Θεὸν θρασυστομεῖ.

Τότε Μωϋσῆς πρὸς αὐτοὺς τί φησι; Μὴ φοβεῖσθε, μηδὲ δειλιᾶτε· Εὔξασθε καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ ὄψεσθε τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν ὑμῖν διδομένην. Κύριος πολεμήσει ὑπὲρ ἡμῶν, ὑμεῖς δὲ σιωπήσεσθε. Τῆς δὲ τοιαύτης εὐχῆς πρὸς Θεὸν ἀναδοθείσης, εὐθὺς ἡ ὑγρὰ θάλασσα εἰς ξηρὰν μετεστρέφετο, καὶ ἀνεμποδίστως αὐτοῖς καθυπούργει. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, θαυμαστὸν θέαμα, τήν ποτε ἀφρομορφωμυροῦσαν θάλασσαν τότε σχιζομένην, καὶ τεῖχος δίυγρον, κυανόχροον, μελανόχροον, ἀῤῥαγὲς ἑκατέρωθεν τῷ Ἰσραὴλ περιφρασσόμενον. Καὶ ἐπὶ τοσοῦτον ἀπῃωρεῖτο κρεμαμένη τὸ ὕδωρ, ἕως τοῦ Ἰσραὴλ, ὡς ὅτε ἄνθρωπος ἠρέμα καὶ βάδην πορευόμενος, τὸ τῆς θαλάσσης ὑπήρχετο πλάτος. Καὶ αὐτοὶ μὲν ὥσπερ διὰ χλοηφόρου πεδίου ἔδραμον χαίροντες, οἱ δὲ ἐχθροὶ αὐτῶν Αἰγύπτιοι ὡσεὶ μόλυβδος ὑποβρύχιοι ἐποντίζοντο. Οὕτως ἐστὶν ἀγαθὸν τὸ εὔξασθαι καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἢ γὰρ οὐχὶ καὶ ἐν τῇ ἐρήμῳ ὕδατος καὶ ἄρτου ἐνδεεῖς γενόμενοι; Πῶς γὰρ οὐκ ἔμελλον ἐν τῇ ἐρήμῳ ὑστερεῖσθαι ἄρτου καὶ ὕδατος, ὅπου γε οὐκ ἄρουρα, οὐκ ἄμπελος, οὐ δένδρον, οὐ βοτάνη, οὐ σπόρος, οὐ θέρος;

Ἀλλ᾽ εὐχὴ ἁγία καὶ οὐρανὸν αὐτοῖς μαννοδοτεῖν ἤνοιγε καὶ ἀέρα κρεοδοτεῖν, καὶ πέτραν ἀκροτοπηγόβρυτα νάματα βλαστάνειν ἡτοίμαζεν. Ὑπὸ γὰρ τῶν τριῶν τούτων στοιχείων ὑπηρετοῦντο, οὐρανοῦ, ἀέρος καὶ πέτρας.