Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν οεʹ

Ἰωάννης ὁ Χρυσόστομος

Η θαυματουργή ενέργεια της προσευχής και τελική δοξολογία

Ανακεφαλαίωση της σωτηριώδους δύναμης της προσευχής μέσα από πλήθος βιβλικών προσώπων. Ο λόγος ολοκληρώνεται με πνευματικές προτροπές προς τους πιστούς και την καθιερωμένη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ὁ γὰρ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Εὔξασθε καὶ ὑμεῖς οἱ φθονοῦντες, ἵνα τὸν ἰὸν τοῦ δράκοντος ἐξεμέσαντες, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως τὸν οὐράνιον ἄρτον ὑποδέξησθε. Εὔξασθε καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Πολλὰ ἰσχύει, ἀγαπητοὶ, εὐχὴ, τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ καθιστῶσα.

Ηὔξατο Μωϋσῆς, καὶ τὴν θάλασσαν ἐξήρανε, καὶ τοὺς Ἑβραίους ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν. Ηὔξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὰ Ἰορδάνια ῥεύματα ἐνεπόδισε, καὶ ἐπληρώθη τὸ γεγραμμένον· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ηὔξατο Ἠλίας ὁ ἁρματηλάτης, καὶ ὀμβροτόκους νεφέλας ἐχαλίνωσε, καὶ ταύτας πάλιν δι᾽ εὐχῆς ἀνέῳξεν. Ηὔξατο ὁ αὐτὸς Ἠλίας, καὶ τῇ πενιχρᾷ χήρᾳ τὸ ἄλευρον καὶ τὸ ἔλαιον καθ᾽ ἑκάστην ἡμέραν πίστει μεμετρημένον ἐδίδω. Ηὔξατο ὁ τούτου μαθητὴς Ἐλισσαῖος, καὶ ἡ Σωμανῖτις στεῖρα οὖσα τὸ πρὶν, παρ᾽ ἐλπίδας ἐγέννα. Ηὔξατο Δανιὴλ, καὶ τὸν Βὴλ κατέστρεψε, καὶ τὸν δράκοντα ἀπέκτεινε, καὶ τοὺς λέοντας ἀναβλέπειν εἰς οὐρανὸν ἐπαιδαγώγησεν. Ηὔξαντο οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, καὶ ἡ παφλάζουσα φλὸξ τῆς καμίνου ἐσβέννυτο. Ηὔξατο Ἐζεκίας, καὶ τὴν ἑαυτοῦ ἀῤῥωστίαν ἰασάμενος θάνατον ἔλυσε, καὶ πεντεκαιδεκαετῆ χρόνον ζωῆς ἀπελάμβανεν. Ηὔξατο Ἰωνᾶς, καὶ τὸ κῆτος ἡμέρωσε, καὶ ἐν τριημέρῳ φιλοξενεῖν αὐτὸν ἐδίδαξεν, ἵνα δειχθῇ ὅτι τοῖς ἁγίοις καὶ ἐν βυθοῖς θαλάσσης ξενία εὑρίσκεται.

Ηὔξατο ὁ εὐσεβέστατος Τωβίας τυφλὸς ὑπάρχων, καὶ ἐκ χειρὸς ἀγγέλου τὸ φέγγος ἐλάμβανεν. Ηὔξατο Σάῤῥα ἡ τοῦ Ῥαγουὴλ ἐν Ἐκβατάνοις, καὶ τὸν ἀνδροκτόνον δαίμονα ἐφυγάδευσεν. Ηὔξαντο Σίλας καὶ Παῦλος ἐν τῇ φυλακῇ ὑπάρχοντες, καὶ ἡ γῆ ἐτρόμαξεν, αἱ θύραι τῆς φυλακῆς ἠνεῴχθησαν, αἱ σιδηραῖ ἁλύσεις τῶν δεσμῶν ἀπέπεσαν, καὶ πάντες οἱ δεσμῶν ἔνοχοι ἐλεύθεροι ἀνεδείκνυντο. Ηὔξατο Πέτρος, καὶ τὴν Ταβιθὰν ἐκ νεκρῶν ἐξανέστησεν. Ηὔξατο ὁ αὐτὸς Πέτρος ἐν Ῥώμῃ, καὶ πετόμενον Σίμωνα ἐξ ἀέρος κατήνεγκε, καὶ ἐμπαίζειν αὐτὸν τοῖς Ῥωμαίοις οὐ συνεχώρησεν οὐκέτι.

Εὐχὴ νεκροὺς ἀνεγείρει, δαίμονας φυγαδεύει, νόσους ἰᾶται, θανάτους ἐκλύει. Ὢ εὐχὴ, ζωῆς χορηγὴ, ὑγιείας ἐνθήκη, ἐλπιδοφόρον ἄνθος. Εὔξασθε οὖν καὶ ὑμεῖς, ἀγαπητοὶ, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.