Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρ΄

Ἰωάννης ὁ Χρυσόστομος

Η αποστροφή προς την αμαρτία, την καταλαλιά και την υπερηφάνεια

Ανάλυση της αναγκαιότητας απομάκρυνσης από τους παραβάτες, διαφύλαξης της καρδιάς από διεστραμμένους λογισμούς και αποφυγής της καταλαλιάς και της αλαζονείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἐγὼ δὲ τούτων ἀλλότριος ἤμην. Οὐ γὰρ ἦν πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ἀλλ᾽ ὅλος μοι ὁ σκοπὸς ἦν, τὸ κατὰ νόμον πολιτεύεσθαι. Ἀλλὰ καὶ Ποιοῦντας παραβάσεις ἐμίσησα. Οὐ μόνον αὐτὸς ἐγὼ οὐδὲ παρὰ τὸν τοῦ Θεοῦ νόμον πράττειν ἠβουλόμην, ἀλλὰ καὶ τοὺς παραβαίνοντάς τι τῶν ἐντολῶν ἐμίσουν· Ποιοῦντας γὰρ παραβάσεις ἐμίσησα.

Ἐνταῦθα δὲ διττῶς νοητέον τὸ, Ποιοῦντας παραβάσεις ἐμίσησα. Οἱ μὲν γάρ εἰσι παραβαίνοντες τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ τὰ δικαιώματα. καὶ τὰ κρίματα· καὶ εἰσὶν οὗτοι παραβάται νόμου. Ἄλλοι πάλιν παραβαίνουσιν αὐτὴν τὴν σωτήριον τοῦ Δεσπότου ὁμολογίαν, καὶ εἰσὶ παραβάται Θεοῦ. Πολλὴ δὲ διαφορὰ μεταξὺ τῆς τῶν ἀμφοτέρων παραβάσεως. Οἱ μὲν γὰρ ἔτι ἐλπίδα ἔχουσι σωτηρίας, τὴν ῥίζαν τῆς τοῦ Θεοῦ γνώσεως κεκτημένοι οἱ δὲ πάντη τῆς σωτηρίας ἐκπεπτώκασιν, αὐτὸν τὸν αἴτιον τῆς σωτηρίας ἀρνησάμενοι. Ἐγὼ οὖν, φησὶ πάντας Τοὺς ποιοῦντας παραβάσεις ἐμίσησα. Ἀρχὴ γὰρ ἁμαρτίας, ἀφίστασθαι ἀπὸ τοῦ Θεοῦ, ὥς φησιν ὁ σοφώτατος.

Ἡμεῖς δὲ οὐ μόνον οὐ μισοῦμεν τοὺς παραβάτας, ἀλλὰ καὶ ὡς φίλους ἀσπαζόμεθα, δέον τοῖς τοιούτοις μηδὲ τὸ χαίρειν λέγειν· Οὐκ ἔστι γὰρ εἰρήνη τοῖς ἀσεβέσι, λέγει Κύριος· καὶ μετ᾽ αὐτῶν ἐσθίομεν καὶ πίνομεν, ὧν καὶ τὴν ἀπάντησιν ἀποφεύγειν ὀφείλομεν. καὶ μηδὲ ἀνθρώπους ἡγεῖσθαι τοῖς δαίμοσιν ἑαυτοὺς παραδεδωκότας, καὶ ἀψύχοις λίθοις, καὶ ξύλοις τὴν ἑαυτῶν ζωὴν ἀνατεθεικότας. Ἢ οὐ διδάσκει ἡμᾶς ἀλλαχοῦ ὁ αὐτὸς προφήτης λέγων· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην· Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι; Μιμησώμεθα οὖν καὶ ἡμεῖς τὸν προφήτην, καὶ μισήσωμεν τοὺς ποιοῦντας τὰς παραβάσεις, ἵνα μὴ διὰ τῆς ἀδιαφόρου ἡμῶν κοινωνίας πρὸς αὐτοὺς συνεργοὶ τῆς παραβάσεως αὐτῶν εὑρεθῶμεν. Κατὰ πάντα γὰρ μισητέον τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὅτι τὸ φῶς ἀποστραφέντες ἐν τῷ σκότει πορεύονται (Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;), καὶ ὅτι τοῦ Χριστοῦ τὸ ὄνομα ἀρνησάμενοι, τὸ τοῦ Βελιὰρ ὄνομα ἑαυτοῖς περιτιθέασι (Τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ;), καὶ ὅτι ἀποφυγόντες τὴν ἐνταῦθα εἴσοδον, ναοῖς εἰδώλων περιμεμήνασι, τὴν ἑαυτῶν ζωὴν τοῖς μιάσμασι συμμιάναντες· Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;

Ποιοῦντας οὖν παραβάσεις ἐμίσησα. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Πάλιν ἐνταῦθα, ἀγαπητὲ, πρόσεχε τὴν δύναμιν τῶν εἰρημένων. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Οὐδὲν ἦν ἐν ἐμοὶ σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ κἂν μυρία ᾖ τὰ θλίβοντα, κἂν πονηρὰ τὰ συμβαίνοντα, κἂν ἐναντία τὰ ἀντιπίπτοντα, Ἐμοὶ οὐκ ἐκολλήθη καρδία σκαμβὴ, οὐ διαλογισμὸς πονηρὸς, οὐκ ἐνθύμησις ἀλλοτρία. Οὐχ ὅτι θλίβομαι, οὐχ ὅτι στενοχωροῦμαι, οὐκ ἐπειδὴ ὁρῶ ἁμαρτωλοὺς εὐθηνοῦντας, καὶ ἀσεβεῖς πλουτοῦντας, καὶ πάντας τοὺς παρανόμους κατευθυνομένους, ἐγὼ διαστρέφομαι τῇ καρδίᾳ πονηρὰ λογιζόμενος, καὶ λέγων· Ἵνα τί ἀσεβεῖς ζῶσι, καὶ κραταιοῦνται ἐν τῷ πλούτῳ; Ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν· Οἱ βόες αὐτῶν παχεῖς. Οὐκ ἐλογισάμην περὶ τούτων οὐδαμοῦ, ἀλλὰ κἂν ἐκεῖνοι εὐθηνῶσιν, ἐγὼ δὲ θλίβωμαι, οἶδα ὅτι Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.

Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Οὕτω λογιζόμενος ὀρθῶς, καὶ κατ᾽ εὐθὺ πορευόμενος, τοῦ Πονηροῦ ἀναβαίνοντος ἐπὶ τὴν καρδίαν μου, καί μου τόπον αὐτῷ μὴ διδόντος, ἐν τῷ μὴ ἔχειν χώραν κατ᾽ ἐμοῦ, οὐκ ἐγίνωσκον πότε παρεγένετο, ἐμοῦ μὴ παραδεχομένου αὐτόν· οὕτως οὐδὲ ἐγίνωσκον, ὅτε ἐξέκλινεν. Ἡ πονηρία γὰρ ὡς σκιὰ παρατρέχουσα ὑπεχώρει, μηδεμίαν ἐν ἐμοὶ κατεργαζομένη βλάβην.

δʹ. Καὶ ἡμεῖς οὖν παιδευώμεθα, ἐάν ποτε συμβῇ τινι ἡμῶν χαλεπὸν ἢ περιστατικὸν πρᾶγμα, καὶ ἐπανέλθῃ λογισμὸς τοῦ Πονηροῦ, μὴ κυριεύσῃ ἡμῶν τοῦ ἡγεμονικοῦ, ἀλλὰ παρέλθῃ ἀβλαβῆ τηρήσας ἡμῶν τὴν καρδίαν, ὥστε λέγειν καὶ ἡμᾶς· Ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.

Μάθωμεν καλὸν μάθημα, ἀγαπητοὶ, μὴ μόνον μὴ καταλαλεῖν, ἀλλὰ μηδὲ ἀκούειν καταλαλιᾶς. Δεινὸν γὰρ κακὸν ἡ καταλαλιὰ, ἀκατάστατον δαιμόνιον, μηδέποτε εἰρηνικὸν τὸν ἄνθρωπον ἀπεργαζόμενον. Τί γὰρ οὐκ ἔστι κακὸν ἀπὸ καταλαλιᾶς; Ἐξ αὐτῆς ἔχθραι ἀναφύονται, ἔρεις δι᾽ αὐτῆς συνίστανται, διχοστασίαι ἀπ᾽ αὐτῆς τὴν ἀρχὴν λαμβάνουσιν, ὑπόνοιαι πονηραὶ ἐκεῖθεν γενόμεναι τῶν μυρίων κακῶν τὰς αἰτίας παρέχουσι· μῖσος ὥσπερ ἀπὸ πηγῆς ἐξ αὐτῆς βρύει· καὶ ὅσα ἄν τις λογισάμενος εὑρήσει κακὰ, ταῦτα πάντα ἐκ τῆς καταλαλιᾶς εὕρῃ προχεόμενα, πάντας εἰς κακίαν ἑλκύουσα. Οἶδεν ἡ καταλαλιὰ, θυμῷ πληρώσασα τὸν ἄνθρωπον, καὶ φόνον ἐξ αὐτῆς μεταλαμβάνοντα, φονικὸν αὐτὸν κατὰ τοῦ πλησίον ἐργάζεσθαι. Οἶδε καὶ τὴν ψυχὴν ἀγριάνασαν ἀποστῆσαι τῆς ἀδελφικῆς κοινωνίας, καὶ ἐχθρὸν τὸν πρὸ ὀλίγου φίλον ἄνευ αἰτίας ἀποδεῖξαι. Αὕτη καὶ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως ἁψαμένη, λεπρῶσαν ἀφ᾽ ἑαυτῆς παρευθὺ ἀπέδειξεν, ὀργὴν δὲ κατ᾽ αὐτῆς καὶ θυμὸν ἐπήγαγε παρὰ τοῦ Δεσπότου. Αὕτη καὶ ὅλους οἴκους ἀνατρέπει καὶ πόλεις εἰρηνευούσας εἰς πόλεμον ἐξεγείρει.

Αὕτη καὶ τῆς καλῆς εἰρήνης τὰ δεσμὰ διαλύει, καὶ τῆς μεγάλης ἀγάπης τὸν σύνδεσμον διαῤῥήσσει. Αὕτη καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἀφιστῶσα παρανομεῖν ἐκδιδάσκει, καὶ τῆς τοῦ Θεοῦ φιλίας ἀποσπῶσα, μακρὰν τῆς ἀληθείας ἀπάγει. Αὕτη παρὰ τὴν πρώτην καὶ τῆς ἀπωλείας τοῦ πρωτοπλάστου Ἀδὰμ αἰτία γεγένηται, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, καὶ τῆς ἐπουρανίου τρυφῆς ἀπεστέρησεν.

Εἰσελθοῦσα γὰρ εἰς τὸ στόμα τοῦ ὄφεως καὶ ψεῦδος ἐργασαμένη κατὰ τῆς ἀψευδοῦς τοῦ Θεοῦ ἀγαθότητος, καὶ εἰποῦσα, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγησθε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; παράβασιν ἤγαγε τῆς ἐντολῆς, ἀπὸ τῆς ἀληθείας διαστρέψασα τὸν ὑπήκοον· καὶ τὸν συνόμιλον ὄντα τῷ Δεσπότῃ πρὸς ἑαυτὴν ἐπισπασαμένη, ἄρτι ἐχθρὸν διὰ τῆς ἀπάτης κατέστησε, καὶ ἀλλότριον εἰς ἅπαξ τῶν ἀγαθῶν ἀπέδειξε.

Φεισώμεθα τοίνυν τῆς καταλαλιᾶς, μακρὰν αὐτῆς γινόμενοι, ἵνα μὴ μάτην ἔχθραν πρὸς τὸν ἑαυτῶν Δεσπότην κτησώμεθα. Παυσώμεθα τῆς καταλαλιᾶς, ἵνα μὴ ἄδικοι κριταὶ τῆς ἀληθείας γινώμεθα, καὶ κατὰ τοῦ νόμου ὡς ψευδεῖς μάρτυρες εὑρεθῶμεν. Ὁ γὰρ καταλαλῶν, φησὶν, ἀδελφοῦ, ἢ κρίνων τὸν ἀδελφὸν, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκέτι ποιητὴς νόμου εἶ, ἀλλὰ κριτής. Εἷς δέ ἐστιν ὁ κριτὴς καὶ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι.

Βλέπεις, ἀγαπητὲ, πόσον ἔχει βάρος ἡ καταλαλιά; Παυσώμεθα ταύτης, ἵνα μὴ κρίσιν αὑτοῖς ἐπαγάγωμεν. Ἀποδιώξωμεν ἀφ᾽ ἡμῶν καὶ τοὺς καταλαλεῖν βουλομένους, ἵνα μὴ ἀλλοτρίοις κακοῖς συντιθέμενοι, ἑαυτοῖς ἀπώλειαν προξενήσωμεν· καὶ μὴ ἡδέως ἀκούωμεν τῶν καταλαλούντων, ἵνα μὴ διαβολικῶν ἐνθυμημάτων πληρωθῶμεν.

Καὶ γὰρ αὕτη ἡ καταλαλιὰ διαβολικὴ ὀνομάζεται, φυσικὴν ἐκ τῆς τοῦ γεγεννηκότος δεξαμένη τὴν προσηγορίαν, ὅταν τῇ καταλαλιᾷ σχολάζων δουλεύῃ τῷ διαβόλῳ, τὰ τῆς διαβολῆς ἔργα διαπραττόμενος. Ὁ δὲ τὸν τοιοῦτον μὴ προσιέμενος, ἑαυτὸν μὲν ἐλευθεροῖ τῆς διακένου ταύτης ἁμαρτίας, τὸν δὲ ἁμαρτάνοντα ἀνατρέπει μὴ ἄδικον ἐπιφέρειν κατὰ τοῦ πλησίον κατηγορίαν· ἐλεύθερον δὲ καὶ τὸν καταλαλούμενον τῆς κατηγορίας ἀπεργάζεται· εἰρήνης δὲ βραβευτὴς καὶ φιλίας καθηγητὴς γίνεται, τὴν τοῦ καταλάλου προαίρεσιν μυσαττόμενος. Μάθωμεν καὶ ἡμεῖς τὸ ἔργον μυσαττόμενοι λέγειν· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.

Ἵνα δὲ μάθῃς, ἀγαπητὲ, πῶς ἡ καταλαλιὰ οὐδεμιᾶς ἀληθείας ἐστὶν ἐργάτις, πρόσχες καὶ αὐτῇ τῇ τοῦ ὀνόματος προσηγορίᾳ, καὶ τῷ ἐπακολουθοῦντι ῥητῷ τὴν διάκρισιν ποιούμενος. Ἡ μὲν γὰρ καταλαλιὰ κατηγορίας ἐστὶ διδάσκαλος· τὸ δὲ, Λάθρα, τὸ ψευδὲς τοῦ πράγματος καὶ ἀπαῤῥησίαστον ἐπιδείκνυται. Εἰ γὰρ ἀληθὲς, καλὸν τὸ εἰς πρόσωπον ἐλέγχειν, καὶ μετὰ παῤῥησίας εἰρηνοποιεῖν· εἰ δὲ λάθρα, φέρεις τὴν κατηγορίαν ψευδῆ, κακὴν ὑπόνοιαν κατὰ τοῦ πλησίον ἐργαζόμενος, μηδὲ ἐλέγξαι τὰ ὑπὸ σοῦ προφερόμενα δυνάμενος. Καλὸν οὖν ὡς ψεύστην καὶ λωποδύτην τὸν κατάλαλον ἀποδιώκειν, ἵνα μὴ τὴν εἰρηνεύουσαν ψυχὴν ταράσσοντες, πολεμικὴν αὐτὴν πρὸς τὸν πλησίον διὰ τῆς καταλαλιᾶς ἐργαζώμεθα. Τὸν καταλαλοῦντα οὖν λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Ὅτι δὲ ὑπερηφανία μισητὴ καὶ παρ᾽ αὐτῷ τῷ Θεῷ, ἄκουε τῆς Γραφῆς λεγούσης· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Καὶ πάλιν ἀλλαχοῦ· Μισητὴ ὑπερηφανία ἐναντίον. Κυρίου καὶ ἀνθρώπων. Καὶ, Ἵνα τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Καὶ πολλαχοῦ εὑρήσεις τὴν ὑπερηφανίαν βδελυκτὴν καὶ πάνυ μεμισημένην.

Οὕτως οὖν καὶ ἐνταῦθά φησιν, Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον· ὡς πάνυ βλαβερωτάτης καὶ ἐπιζημίου τῆς ὑπερηφανίας οὔσης, οὐ μόνον αὐτῷ τῷ ταύτην ἀνειληφότι, ἀλλὰ καὶ τῷ πρὸς ὀλίγον αὐτὴν ὑποκρινομένῳ. Ἐπισυνῆψε δὲ καὶ τὸν ἄπληστον τῇ καρδίᾳ τῷ ὑπερηφάνῳ, ὡς μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προαιρέσεως, τοῦ τε κατὰ τοῦ πλησίον ἐπαιρομένου καὶ τοῦ ὁμοίως κατὰ τοῦ πλησίον ἀπληστευομένου.