Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρκη΄ (ὁμιλίαι α΄-γ΄)

Ἰωάννης ὁ Χρυσόστομος

Έναρξη της τρίτης στάσεως: Ο θείος ζήλος, οι θλίψεις και η αδιάλειπτη προσευχή

Το πένθος και ο ζήλος των αγίων έναντι της περιφρόνησης του νόμου, η σωτήρια επίβλεψη του Θεού και η αξία της νυκτερινής και πρωινής ικεσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

ΣΤΑΣΙΣ Γʹ. Ἐπίβλεψον ἐπ᾽ ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. αʹ. Σύνηθές ἐστιν, ἀδελφοὶ, τῷ μακαρίῳ Δαυῒδ πολυτρόπους ἐπινοεῖν ἐμφάσεις ἐπὶ τοῖς προφητικῶς παρ᾽ αὐτοῦ ᾀδομένοις. Καὶ γὰρ καὶ ἐν τούτῳ τῷ ψαλμῷ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πολλαχῶς φθέγγεται. Σκοπὸς δὲ αὐτῷ ἐστιν, ἡ ἀποχὴ τῆς ἁμαρτίας καὶ ἡ ἀποτροπὴ τοῦ κακοῦ, τήρησις δὲ καὶ φυλακὴ τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐλέγχειν τοὺς παραβαίνοντας, καὶ ἐξ αὐτῶν ἀποστρέφεσθαι, δέεσθαί τε τῆς τοῦ Θεοῦ βοηθείας καὶ τοῦ ἐλέους αὐτοῦ.

Διὸ λέγει· Ἐπίβλεψον ἐπ᾽ ἐμὲ, καὶ ἐλέησόν με. Ἔστιν ὅτε ὁ Θεὸς ἐπιβλέπει κατ᾽ ὀργὴν, ὡς εἴρηται παρὰ τῷ προφήτῃ Ἀμβακούμ· Ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη· ὅτε δὲ ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐπιβλέπει, ἔλεος καὶ σωτηρίαν ἐργάζεται. Ταύτην οὖν ἐζήτησεν ὁ προφήτης· διὰ τοῦτο καὶ ἐπήγαγε· Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἱκετεύει τοίνυν τῆς θείας τυχεῖν εὐμενείας, οὐχ ἁπλῶς, ἀλλ᾽ ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου· ἀντὶ τοῦ, τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Ἡμῶν γὰρ προεισφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυναστεία. Τοῦ οὖν Θεοῦ κατευθύνοντος ἡμᾶς ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἡμῶν παρεχόντων τὸ πρόθυμον, οὐχ ἕξει καθ᾽ ἡμῶν ἡ ἁμαρτία δύναμιν, οὔτε ἡ ἀνομία.

Ἐπαγγέλλεται γὰρ ἐν ἑτέρῳ ψαλμῷ τῷ φοβουμένῳ αὐτόν· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἅ ἐστιν ἡ ἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.

Κατὰ μὲν τὸ ῥητὸν πολλοὺς πειρασμοὺς ὁ Δαυῒδ ὑπέμεινεν ὑπὸ τῶν ἀνθρώπων, τοῦ τε Σαοὺλ, καὶ ἑτέρων τινῶν. Λέγει γὰρ καὶ τῷ ἑξῆς ψαλμῷ· Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.

Τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ψαλμῷ· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Εὔχεται οὖν λυτρωθῆναι ἀπ᾽ αὐτῶν. Καὶ ὁ Δεσπότης Χριστὸς τοὺς ὀνειδιζομένους καὶ συκοφαντουμένους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ εὔχεσθαι παρηγγύησε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νόμοις καὶ τοῦ προφήτου ἡ προσευχή. Ὁ δὲ ἅγιος Ἀθανάσιος κατὰ διάνοιαν ἑρμηνεύων τὸ ῥητὸν, συκοφαντίας ἀνθρώπων λέγει, τὰς τῶν αἱρετικῶν καὶ παρανόμων ἀθυροστομίας καὶ γλωσσαλγίας. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, τῷ πατρὶ ἐξακολουθοῦντες, ἐκφύγωμεν ἀπὸ πάσης αἱρέσεως, τέως δὲ ἐκ τῶν νυνὶ ἐπιπολαζόντων ἡμῖν τῶν τε εἰκονοκλαστῶν καὶ τῶν Παυλικιανῶν καὶ Μανιχαίων· καὶ ἐὰν εἴπωσί τινι ἡμῶν, ἐλθὲ μεθ᾽ ἡμῶν, ἐκκλίνωμεν τὸν πόδα καὶ παραλλάξωμεν, κατὰ τὸν παροιμιακὸν λόγον, καὶ μὴ συμπορευθῶμεν μετ᾽ αὐτῶν. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Ἀσώματον μὲν τὸ θεῖον, τὸ ἁπλοῦν καὶ ἀσύνθετον· σωματικώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώπων μετροῦσα τοὺς λόγους· ἐπεὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ ἀπαύγασμα, ὡς τῇ ἀληθείᾳ καὶ τῷ μακαρίῳ Παύλῳ δοκεῖ.

Ἐπιποθεῖ οὖν τὴν παρουσίαν αὐτοῦ ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους κατιδεῖν.

Αὐτὸς γὰρ ἡμῖν ἐπιφανεὶς ἐδίδαξε πᾶσαν δικαιοσύνην. Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. Ἀποστολικὸς καὶ οὗτος ὁ νόμος. Εἰ γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη. Τὴν εὐαγγελικὴν τοίνυν ὁ προφήτης μετέρχεται τελειότητα, τὰς τῶν ἄλλων παρανομίας ὀλοφυρόμενος· διεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος.

Τοιαύτης λύπης συνέχονται οἱ ἅγιοι ἐπὶ τοῖς παραβεβηκόσιν. Ὠλοφύρετο γὰρ καὶ ὁ Μωϋσῆς, ὅτε ὁ Ἰσραηλίτης λαὸς ἐξέκλινεν ἐκ τοῦ Θεοῦ μοσχοποιήσας, λέγων πρὸς τὸν Θεόν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου τῶν ζώντων. Καὶ πάλιν ὁ Ἀπόστολος ὁρῶν τοὺς Ἰουδαίους ἀλλοτριουμένους τοῦ Εὐαγγελίου, ἔφη· Ηὐχόμην αὐτὸς ἀνάθεμα εἶναι ἀπὸ τοῦ Θεοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην, τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Δικαίως ἅπαντα διέπεις, ὦ Δέσποτα, καὶ τῶν ἀνθρώπων κηδόμενος, καὶ δικαιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος.

Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγελίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἀλήθειαν σφόδρα. Ἔστησε γὰρ ἡμέραν, ἐν ἧ μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ ἀποδιδόναι Ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ πειθομένοις τῇ ἀδικίᾳ, ἀπειθοῦσι δὲ τῇ ἀληθείᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν. Διὰ δὲ τοῦ εἰπεῖν, Ἀλήθειαν σφόδρα, τὴν βεβαιότητα καὶ τὴν ἔκβασιν τοῦ πράγματος ἐδήλωσεν. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.

Καὶ τοὺς παρανομίᾳ συζῶντας ὁ προφήτης θρηνεῖ, καὶ καταφρονούμενον ὁρῶν τὸν νομοθέτην ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος τὸν Φινεὲς ἀνεκήρυξεν· οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε· τούτῳ πυρπολούμενος ὁ καλλίνικος Στέφανος, τὴν Ἰουδαίων ἀπιστίαν διήλεγξεν.

Ἔχει δὲ τοῦ ἀνωτέρω στίχου τὴν ἔννοιαν· ὅπερ γὰρ ἐκεῖ ἔλεγε, Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ὧδε λέγει, Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Τοιοῦτος ἦν, ὡς ἔφην, ὁ Φινεὲς, ἐκκεντήσας τὸν πορνεύσαντα· Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τοιοῦτος ἦν ὁ θεσπέσιος Παῦλος, ὅλον ἐν ἑαυτῷ τὸν Χριστὸν περιφέρων· διὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ὁ μακάριος δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνέσχετο Τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.

Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. βʹ. Δόκιμος, φησὶ, καὶ ἀκίβδηλός ἐστιν ὁ σὸς λόγος καὶ μώμου παντὸς ἐλεύθερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ φίλτρον. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει· Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Οὐδὲν οὖν τῶν τοῦ Θεοῦ κριμάτων ἀδόκιμον, ἢ νόθον, ἢ κίβδηλον, ἀλλὰ πάντα μώμου παντὸς ἐλεύθερα. Ἐν τῇ καθαρότητι οὖν αὐτῶν, ἀδελφοὶ, τὸν βίον ἡμῶν διευθύνωμεν. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Μικρὸς ἦν ὁ Δαυῒδ, καὶ ἐλάχιστος ἐν τοῖς υἱοῖς τοῦ πατρὸς αὐτοῦ· ἀλλὰ διὰ τὸν πόθον, ὃν εἶχε πρὸς τὸν Θεὸν, ἐξελέγη, καὶ τὴν βασιλείαν ἔλαβε καὶ χάριν προφητικήν. Οἶδε γὰρ ὁ Θεὸς μισθοὺς ἀποδιδόναι τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐν τῷ νῦν αἰῶνι, πλέον δὲ ἐν τῷ μέλλοντι. Ἡνίκα τοίνυν τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ καὶ μεγέθει καὶ κάλλει σώματος κεκοσμημένους ἀπεδοκίμασεν ἅπαντας, ἤρετο δὲ τὸν Ἰεσσαὶ, εἰ ἐκλέλοιπε τὰ παιδάρια· τοῦ δὲ εἰρηκότος ὑπολελεῖφθαι μειράκιον, ὃ ποιμαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον εἰς βασιλέα, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρισεν ἀφικόμενον παραχρῆμα.

Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ προφήτης ἐμνήσθη, καί φησι· καὶ νέον ὄντα με καὶ τοῖς γεγενημένοις εὐτελῆ νομισθέντα σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα ἐποίησας· οὗ δὴ χάριν σὺν πάσῃ προθυμίᾳ τὰ σὰ φυλάττειν ἐφίεμαι δικαιώματα· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια. Ὁ τοῖς ἀνθρωπίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς· ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπινοι οὐ πάντες τὸ δίκαιον ἔχουσιν, ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια.

Ἡ οὖν τοῦ Θεοῦ δικαιοσύνη καὶ ὁ νόμος ἀλήθεια εἰς τὸν αἰῶνα. Διὸ καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν ὁ μακάριος Παῦλος· Τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Θλίψεις καὶ ἀνάγκαι εὕρησάν με. Ταῦτα γὰρ συνέζευκται τοῖς ἐργάταις τῆς ἀρετῆς. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ παρὰ τῷ Παύλῳ εἰρημένῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης; Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

Τοιοῦτοι τῶν ἁγίων οἱ ἀγῶνες καὶ τὰ σκάμματα. Αἱ ἐντολαί σου μελέτη μου. Ἐκ τῆς γὰρ τούτων διδασκαλίας τὴν ἀνδρείαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ἀντὶ τοῦ, πρόξενα τῶν αἰωνίων ἀγαθῶν. Συνέτισόν με, καὶ ζήσομαι. Ὑπὸ γάρ σου φωτιζόμενος, τῆς ἀληθοῦς ζωῆς ἀπολαύσω. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω.

Κραυγὴν πάλιν τῆς ψυχῆς τὴν προθυμίαν καλεῖ. Διὰ τοῦτο προστέθεικε τὸ, Ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωϋσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ Θεὸς ἔφη· Τί βοᾷς πρός με; Ἐν ὅλῃ δὲ καρδίᾳ λέγει, τὸ πρόθυμον τῆς ψυχῆς δηλῶν, οὐχὶ τὴν κραυγὴν διὰ στόματος. Ἔφη γὰρ καὶ ὁ θεῖος Παῦλος· ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.

Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων. Οἱ οὖν φυλάσσοντες τὰ μαρτύρια τοῦ Θεοῦ, πάντως καὶ σώζονται παρ᾽ αὐτοῦ. Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα.

Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυζόμενος, καὶ πολεμικοὺς πρὸς ταύταις ἀναδεδειγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς· οὕτως ἐπόθει τὸν πεποιηκότα Θεόν· οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοήθειαν.

Οὐκ ἔγνω γὰρ καιρὸν ὁ προφήτης τοῦ αἰνεῖν καὶ εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ (τοῦτο γὰρ δηλοῖ τὸ, Ἐν ἀωρίᾳ), διδάσκων καὶ ἡμᾶς πάντοτε ἐπὶ μνήμης φέρειν τὸν Θεόν. Μνημονευτέον γὰρ Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον, ὡς ὁ θεολόγος ἔφη Γρηγόριος.

Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Οὐ μόνον δὲ κατὰ τὸν καιρὸν τοῦ γλυκυτάτου ὕπνου, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον τὴν τῶν θείων νόμων πεποίητο μελέτην· ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν καλινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δοτῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν. Προασφαλίζεται οὖν ἡμᾶς ὁ προφήτης μελετᾷν τὰ λόγια τοῦ Θεοῦ κατὰ τὴν ὥραν τοῦ ὄρθρου.

Καὶ ὁ Κύριος ἔφη, Γρηγορεῖτε, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Καί τις τῶν προφητῶν ἀποδυρόμενος τοῖς τοιούτοις ἔφη· Ὅλην τὴν νύκτα ὕπνου, Ἐφραΐμ. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου· κατὰ τὸ κρίμα σου ζῆσόν με. Ὁ τοσούτοις κομῶν ἀγαθοῖς, ἐλέους τυχεῖν ἀξιοῖ· καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον, ἀλλὰ κατὰ τὴν ὀνησιφόρον ψῆφον. Παρακαλεῖ τοίνυν καὶ ἱκετεύει τὸν Θεὸν, ἵνα τὴν ζωὴν ἐν τοῖς κρίμασι τοῦ Θεοῦ ἕξῃ, δι᾽ ἑαυτοῦ δὲ καὶ ἡμᾶς καθοδηγήσῃ τοῦτο προσεύχεσθαι.