Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρκη΄ (ὁμιλίαι α΄-γ΄)

Ἰωάννης ὁ Χρυσόστομος

Η ολοκάρδια αναζήτηση του Θεού και η θεωρία των Γραφών

Η εσωτερική φύλαξη του θείου λόγου, η αποφυγή της ματαιοδοξίας και της ακηδίας, και η ανάγκη πνευματικής μελέτης για τον φωτισμό της διανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 8

γʹ. Ζητοῦσι μὲν γὰρ πολλοὶ τὸν Θεὸν, ἀλλ᾽ οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ ταύτην οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτικῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους καὶ φθόνους καὶ δόλους καὶ τὰς τῶν πλησίον ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διάνοιαν, καὶ τῆς ἐκεῖθεν ἀπολαύει προνοίας, μὴ καταπίπτων ἀπὸ τῶν αὐτοῦ ἐντολῶν εἰς βάραθρον ἀπωλείας, ἀλλὰ στοιχῶν τῷ ζῶντι Θεῷ, καὶ πᾶσαν τὴν ἑαυτοῦ διάνοιαν αὐτῷ ἀνατιθέμενος. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Ὁ χρυσὸν κεκτημένος ἢ ἄργυρον ἢ λίθους τιμίους οὐκ ἔξω ταῦτα προτίθησιν, ἀλλ᾽ ἔνδον ἐν τοῖς ταμείοις καὶ τοῖς θαλάμοις ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖρας· οὕτω ὁ τὸν πλοῦτον ἔχων τῆς ἀρετῆς, κρύπτει τοῦτον ἐν τῇ ψυχῇ, ὡς ἂν μὴ διὰ δόξης κενῆς τοῦτον οἱ τῶν ψυχῶν συλήσαιεν λωποδύται. Καὶ ἄλλως· οὐ κατέκρυψα, φησὶ, χρυσὸν ἣ ἄργυρον ἢ ἐσθῆτα μαλακήν τε καὶ περιῤῥέουσαν, ὅπου σὴς καὶ σκώληξ ἀφανίζει, καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσιν· ἀλλ᾽ ἐν τοῖς ταμείοις τῆς καρδίας ἔκρυψα τὰ λόγιά σου, φησὶν ὁ προφήτης, ἵνα μὴ καταπέσω εἰς ἁμαρτίαν. Διδάσκει δὲ καὶ ἕτερον ὁ λόγος οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων.

Ταῦτα δὲ εἰ καὶ παρ᾽ αὐτῷ εἴρηται, ἀλλ᾽ οὖν ἡμεῖς οἱ ψάλλοντες ὀφειλέται ἐσμὲν συντηρεῖν τῆς ὑμνῳδίας ἡμῶν τὴν ὁμολογίαν. Ἔχει δὲ καὶ ἕτερον νοῦν ὁ λόγος. Οὐχὶ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις τὰ ἀγαθὰ πράττω, ἐπεὶ ἀπέχω τὸν μισθόν μου· ἀλλ᾽ ἐμαυτῷ ποιῶ τὸ καλὸν, ἵνα ὁ βλέπων Θεὸς ἐν τῷ κρυπτῷ ἀποδώσῃ μοι ἐν τῷ φανερῷ.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου· ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι· οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνάμενα. Ἢ οὕτως· εὐλογημένος εἶ καὶ δεδοξασμένος παρὰ πάντας, ὅτι φιλάνθρωπος εἶ, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος· ἱκετεύω, δίδαξόν με τὰ δικαιώματά σου. Οὐ πλούτου ἐφίεμαι, οὐ χρυσὸν ζητῶ, οὐκ ἄργυρον, οὐκ ἀξίαν, οὔτε τι τῶν τερπνῶν τοῦ κόσμου τούτου· ἀλλὰ τὰ δικαιώματά σου μαθεῖν ζητῶ, ὅτι ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ζήτησις. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Οὐ γὰρ γινώσκοντι τὰ κρίματα τοῦ Θεοῦ πρέπον ἐστι σιωπᾷν ἐν ἑαυτῷ, ἀλλ᾽ ἐξαγγέλλειν, καὶ ἑτέρους ἐπανορθοῦν· Θεοῦ γὰρ ἀναγγέλλειν ἔργα ἔνδοξον.

Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς ἀγνοοῦντας. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐπίπονος μὲν ἡ τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ τοῖς τελείοις τριπόθητος. Διά τοι τοῦτο καὶ Δεσπότης ἔφη Χριστός· Λάβετε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος· ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυρίων ἡ κτῆσις. Τὸ δὲ, Ἐπὶ παντὶ πλούτῳ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον παραδηλοῖ.

Πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζεται πλούσιος· ὁ δὲ ἄργυρον· ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην· ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ προφήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφησεν ἀξιέραστα αὐτῷ εἶναι τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη· καὶ ὥσπερ ὁ ταῦτα πλουτῶν εὐφραίνεται, οὕτω καὶ μάλα εἰκότως ἐπὶ τοῖς δικαιώμασι τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ, ἀγάλλεται. Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Σχολάζειν καὶ μελετᾷν ἐπαγγέλλεται ὁ προφήτης ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, καὶ οὐχὶ παρέργως ταύτας ἔχειν.

Τούτου γὰρ χάριν, φησὶν, ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην σχήσω, καὶ ἐν ταῖς σαῖς ὁδοῖς τὴν πορείαν ποιήσομαι. Διὰ γὰρ τοῦτο κατενόησε καὶ τὰς ὁδοὺς αὐτοῦ· διὸ καὶ ἐπιφέρει· Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου· τουτέστιν, ἄληστον τῶν σῶν λογίων ἐν ἐμαυτῷ φυλάξω τὴν μνήμην.

Ἀνταπόδος τῷ δούλῳ σου. Οὐ πάντες τοῦτο παρακαλοῦμεν· τῶν γὰρ δικαίων ἐστὶν ἡ παράκλησις. Οἱ σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζῶντες, αὐτοὶ τεθαῤῥηκότως λέγουσιν· Ἀνταπόδος τῷ δούλῳ σου· οἱ δὲ ἐν ἁμαρτίαις καὶ ἡδοναῖς καὶ πάθεσιν ἀτιμίας, οὐ δύνανται λέγειν· Ἀνταπόδος τῷ δούλῳ σου. Οὐδεὶς γὰρ πονηρὸν συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγείρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ. Ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου. Ταύτην τὴν ζωὴν αἰτῶ, ἵνα ἐν φυλακῇ τῶν λόγων σου πορεύωμαι· τῆς σῆς γὰρ ἀπολαύων ἐπικουρίας, διαφεύξομαι τῆς ἁμαρτίας τὸν θάνατον, καὶ τὴν ἐκ τῶν λόγων σου τρυγήσω ζωήν. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχάνοντες λογίοις, τὰ τούτων κατανοοῦσι θαυμάσια, ἀλλ᾽ οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης· οὗ δὴ χάριν καὶ ὁ μακάριος ἔφη Παῦλος· Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Αὐτὸς μέντοι τῷ φωτὶ τῷ θείῳ καταυγαζόμενος εἰκότως ἐβόα· Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.

Ἡμᾶς δὲ προσήκει τὸν Δεσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν ὀφθαλμῶν, ὑποδείξῃ τῶν θείων λογίων τὴν δύναμιν. Τὰς γὰρ θείας Γραφὰς κατὰ ἀναγωγὴν καὶ θεωρίαν κατοπτριζόμεθα καὶ νοοῦμεν· ὡς ὅτι ὁ ἀμνὸς ὁ πάλαι σφαζόμενος παρὰ τῶν Ἰσραηλιτῶν, τύπος ἦν τοῦ ἀληθινοῦ ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ σφαγιασθέντος ὑπὲρ ἡμῶν· καὶ ὥσπερ ἐκεῖ ἡ χρῖσις τοῦ αἵματος τῶν φλιῶν ἔσωσε τοὺς χρίσαντας, οὕτω τὸ αἷμα τοῦ ἀληθινοῦ ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς κατάρας τοῦ ἐχθροῦ καὶ τῆς τοῦ θανάτου διαμονῆς. Πάλιν δὲ καὶ ὁ Ἰσραηλίτης λαὸς τὸν Ἰορδάνην διαβὰς, καὶ εἰσελθὼν εἰς τὴν γῆν τῆς ἀπαγγελίας, τύπος ἡμῶν τῶν Χριστιανῶν γέγονεν· ὅτι ἡμεῖς δι᾽ ὕδατος τοῦ ἁγίου βαπτίσματος εἰς τὴν ἐπηγγελμένην γῆν, τὴν βασιλείαν τῶν οὐρανῶν, εἰσαγόμεθα. Ἑβραῖοι δὲ οὐδὲν τοιοῦτον κατανοοῦσιν, ὅτι Κάλυμμα ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν κεῖται, καθὼς λέγει ὁ θεῖος ἀπόστολος Παῦλος. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου.

δʹ. Δικαίου φωνὴ, καὶ κατὰ Θεὸν βιοῦντος, καὶ μὴ λογιζομένου τὰ τοῦ κόσμου πράγματα. Διὸ καὶ πάροικον ἑαυτὸν λέγει· καθὼς καὶ Ἀβραὰμ καὶ πάντες οἱ ἅγιοι πάροικοί εἰσιν ἐν τῷδε τῷ βίῳ, ἔχοντες τὴν κατοικίαν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Τὴν γὰρ γῆν ταύτην πάντες ἡμεῖς οὐ κατοικοῦμεν, ἀλλὰ παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον, εἰς ἕτερον μεταβαίνομεν βίον.

Τοῦτο δὲ οὐ πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ᾽ ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύνονται· ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσκαιρον. Διὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς μηδαμῶς ἀγνοῆσαι. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπιθυμοῦσι τῶν θείων κριμάτων πολλοὶ, καὶ τῆς τῶν οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ᾽ οὐκ ἀεὶ, ἀλλὰ νῦν μὲν τοῖς θείοις ἀρέσκονται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμασι· ὁ δὲ προφήτης ἱμείρεται τοῦτον τὸν πόθον ἔχειν διηνεκῶς. Ἐν παντὶ οὖν καιρῷ λέγει, οὐχ ὡς ποτὲ μὲν ἐπιποθεῖν, ποτὲ δὲ οὔ. Ἴσασι γάρ τινες, ὅτι γίνεται αὐτοῖς κατάνυξις, ποτὲ μὲν ἐπιποθεῖν τὰς τοῦ Θεοῦ ἐντολὰς διὰ τὸν φόβον τῆς αἰωνίου κολάσεως καὶ διὰ πόθον τῆς τῶν οὐρανῶν βασιλείας, ποτὲ δὲ ἀπάγονται ταῖς σαρκικαῖς ἐπιθυμίαις. Οἱ τοιοῦτοι οὖν ἐν παντὶ καιρῷ τὸν Θεὸν οὐκ ἐπιποθοῦσιν· οἱ δὲ διὰ τὴν τοῦ Θεοῦ ἀγάπην τοῦτο ποιοῦντες, οὐδὲ ὅλως ἀφίστανται τῶν τοῦ Θεοῦ κριμάτων. Ἐπετίμησας ὑπερηφάνοις.

Οἱ τῶν θείων νόμων καταφρονοῦντες, τῇ τῆς ὑπερηφανίας περιπίπτουσι νόσῳ, καὶ τὴν παρὰ τοῦ δικαίου κριτοῦ δέχονται τιμωρίαν Ἐπήρθησαν οὖν τινες κατὰ τοῦ Θεοῦ, ἀλλ᾽ ἐπετιμήθησαν παρ᾽ αὐτοῦ, ὡς ὁ Φαραὼ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ ἀπώλετο ὑπερηφανευθεὶς, καὶ ὁ Σενναχερεὶμ εἰς ὕψος ἐπαρθεὶς ὑπὸ τῶν ἰδίων υἱῶν ὤλετο. Ὡσαύτως καὶ Ναβουχοδονόσορ ὑψωθεὶς τὴν καρδίαν, ἴσα κτηνῶν ἐβόσκετο. Τοιοῦτοι γὰρ τῶν ἀλαζόνων οἱ μισθοί· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, καθὼς ἐν Παροιμίαις γέγραπται. Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Τῇ τοῦ θείου Πνεύματος ἐμπνεύσει προφῆται ἐλάλησαν, καθὼς καὶ ἐν τῷ συμβόλῳ τῆς πίστεως ἡμῶν ὁμολογοῦμεν, Τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Αὐτὸ οὖν τὸ Πνεῦμα τὸ ἅγιον βοᾷ.

Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Φοβηθῶμεν οὖν, ἀδελφοὶ, μὴ ἔλθοι ἐφ᾽ ἡμᾶς ἡ κατάρα τοῦ ἁγίου Πνεύματος. Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβάταις προσφέρει. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Καὶ ἡμεῖς δὲ ψάλλοντες τῷ ἁγίῳ Πνεύματι σύμφωνοι γινόμεθα, τῇ ἀρᾷ παραπέμποντες τοὺς ἐκκλίνοντας ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ, Προσέχωμεν οὖν, μήποτε ἄλλους ἐπικαταράτους λέγοντες, αὐτοὶ ἡμεῖς ἐσόμεθα τῇ παρεκτροπῇ τῶν ἐντολῶν τοῦ Θεοῦ. Περίελε ἀπ᾽ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Ὠνείδισε τὸν προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην ἀποκαλέσας· ὠνείδισαν αὐτὸν καὶ οἱ Γεθαῖοι. Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια. Οὐχ ἁρμόζει τοίνυν τοῖς παρὰ τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ τοῦ Νάβαλ καὶ τῶν ἄλλων πρὸ τῆς ἁμαρτίας. Ἐν ἑτέρῳ οὖν ψαλμῷ λέγει ὁ αὐτὸς προφήτης· Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις· καὶ, Οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου· καὶ πάλιν ἕτερος προφήτης λέγει· Ἵνα τί ἁμαρτωλοὶ εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Εὔχεται οὖν ὁ προφήτης ἐξ αὐτῶν (f. αὐτοῦ) περιαιρεθῆναι τοῦτο τὸ ὄνειδος καὶ τὴν ἐξουδένωσιν.

Τὰ γὰρ τοῦ κόσμου τούτου πράγματα, πλοῦτος καὶ δόξα· αὐτὰ λέγει ὄνειδος καὶ ἐξουδένωσιν, τοῦτο κλέος καὶ τιμὴν ἡγούμενος, τὸ ζητεῖν τὰ μαρτύρια τοῦ Θεοῦ. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾽ ἐμοῦ κατελάλουν. Κατὰ μὲν τὸ γράμμα ὁ Σαοὺλ καὶ ὁ Ἀβενὴρ καὶ ὁ Ἀχιτόφελ ἐλοιδόρουν τὸν Δαυΐδ· κατὰ δὲ διάνοιαν εἰς τὸν Χριστὸν ἀναφέρεται ὁ στίχος. Καὶ γὰρ Ἡρώδης καὶ Πόντιος Πιλᾶτος καὶ Ἄννας καὶ Καϊάφας συνεβουλεύοντο αὐτὸν ἀποκτεῖναι· αὐτὸς δὲ ἦν μετὰ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κήπῳ διαλεγόμενος τὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἶπε γὰρ πρὸς αὐτούς· Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ταῦτα ἀνήγγειλα ὑμῖν. Ὡς δὲ γενόμενος τέλειος ἄνθρωπος, καὶ μορφὴν δούλου λαβὼν, ὠνόμασται καὶ δοῦλος. Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶχον τὰ σὰ δικαιώματα.

Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ, καὶ οὐδὲν ἕτερον λαλῶ, οὔτε ἐν μελέτῃ εἰμὶ ἄλλων πραγμάτων, εἰ μὴ περὶ τῶν μαρτυρίων σου καὶ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ τελείου ἀνδρός. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Τὴν ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω γὰρ καὶ ἐν τῷ τεσσαρακοστῷ τρίτῳ ἔφη ψαλμῷ· Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Τουτέστιν, οὐχ ὑψώθην, οὐχ ὑπερήφανος ἐγενόμην, ἀλλὰ ταπεινόφρων. Τοῦτο γάρ ἐστι τὸ, Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Διὸ αἰτοῦμαι· Ζῆσόν με κατὰ τὸν λόγον σου. Τουτέστι, κατὰ τὸν νόμον σου τὴν ζωήν μου διεύθυνον. Δηλοῖ δὲ πρῶτον μὲν τὴν πρὸς τὸ σῶμα αὐτῆς κοινωνίαν ἐκ τοῦ ἐδάφους οὔσης τοῦ χοὸς, ἔπειτα καὶ τὴν ἑκούσιον ταπείνωσιν αὐτοῦ, ἣν ἐφ᾽ οἷς ἡμάρτανεν ἐπεδείξατο, ζῆσαι δι᾽ αὐτῆς διὰ τὸν λόγον τοῦ Θεοῦ προσδοκήσας τὸν ταπεινοῦντα ἑαυτὸν ἀνυψοῦντος.

Ζῆσόν με κατὰ τὸν λόγον σου. Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, ἀλλὰ τὴν κατὰ νόμον ζωήν. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. εʹ. Πάσας σοι, Δέσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις, καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἠνεσχόμην. Διά τοι τοῦτο ταῖς ἱκετείαις ἐπινεύσαις. Ἀντιβολῶ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα. Λέγει δὲ ὁ αὐτὸς προφήτης καὶ ἐν ἑτέρῳ ψαλμῷ· Εἶπα, Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ ἐν ἄλλῳ προφήτῃ εἴρηται· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἁμαρτάνοντας οὖν ἡμᾶς ἐξαγγέλλειν ἐνώπιον τοῦ Θεοῦ τὰς ἁμαρτίας χρὴ, καὶ ταύτας ἐκκόπτειν· ἐκκοπὴ γὰρ ἁμαρτίας καὶ ἐξαγόρευσις, ταύτης ἄφεσιν ἐργάζεται· καὶ μάλιστα διδασκάλῳ τινὶ ἐξαγγέλλειν, καὶ λαμβάνειν παρ᾽ αὐτοῦ διδαχὴν, τί ὀφείλομεν ποιεῖν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν. Χωρὶς δὲ κόπου μετάνοια ἀργεῖ. Ἔφη γὰρ ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς προφήτης· Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἐπὶ τῇ ἁμαρτίᾳ αὐτοῦ ἐθρήνει λέγων· Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.

Οἱ ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πορευόμενοι καὶ συνετιζόμενοι παρ᾽ αὐτοῦ ἐνδελεχῶς, πάντοτε (τοῦτο γάρ ἐστι τὸ Ἀδολεσχήσω) ἐν τοῖς θαυμασίοις τοῦ Θεοῦ μελετῶσιν, ἐννοούμενοι ὅτι αὐτός ἐστιν οὐρανοῦ καὶ γῆς ποιητὴς, αὐτὸς τροφεὺς ἡμῶν, αὐτὸς χορηγὸς τῶν ἀγαθῶν, αὐτὸς πέμπει ὑετὸν, αὐτὸς φέρει ἔαρ καὶ θέρος, πάντα ποιῶν πρὸς ἀνατροφὴν ἡμῶν, αὐτὸς ἁρμονίᾳ καὶ τάξει, ὡς ποιητὴς, τὰ πάντα συντηρεῖ. Καὶ γὰρ θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρετὴν μετελθεῖν, καὶ τὸν φιλανθρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσθαι τὸν ἀνθρώπινον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς εἶναι τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ προφήτης ἀντιβολεῖ συνέσεως θείας μεταλαχεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας διαλύει πολλάκις τὸν τόνον τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρασκευάζει τὸν ἀθλητὴν, καὶ τὴν καλουμένην ἀκηδίαν ἐργάζεται· χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται, ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. Διόπερ βεβαιωθῆναι καὶ στηριχθῆναι ὁ προφήτης ἀντιβολεῖ. Τὸ δὲ καταπίπτειν εἰς ἁμαρτίαν, καὶ ῥᾳθυμίᾳ καὶ ὀλιγωρίᾳ καὶ ἀκηδίᾳ κρατεῖσθαι, καὶ μὴ πρόθυμον εἶναι πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, νυσταγμός ἐστι.

Καὶ ἐν ἑτέρῳ ψαλμῷ ταύτην τὴν ἔννοιαν εὔχεται ὁ προφήτης λέγων· Φώτισον ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, θάνατον τὴν ἁμαρτίαν καλῶν. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾽ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκτρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖσθαι πορείαν, καὶ ἄληστον περιφέρειν τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην. Πᾶσαν δὲ πρᾶξιν πονηρὰν ἐξ αὐτοῦ εὔχεται ὁ προφήτης ἀφαιρεθῆναι (τοῦτο γάρ ἐστιν ἡ ἀδικία), καὶ τῷ νόμῳ αὐτοῦ καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἐλεηθῆναι.

Λέγει γὰρ, Ὁδὸν ἀληθείας ᾑρετισάμην· τουτέστιν, ἠγάπησα, ἐξελεξάμην· καὶ τούτου ἕνεκεν οὐδὲ τὰ κρίματά σου ἐπελαθόμην, καὶ οὐδὲ τῆς μνήμης τῶν μαρτυρίων σου λήσμων γέγονα. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. Οὐχ ἁπλῶς, εἶπεν, ἠκολούθησα τοῖς μαρτυρίοις σου, οὐδὲ παρέργως, ἀλλ᾽ Ἐκολλήθην· τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμὸν, ἀλλὰ διὰ παντὸς ἐν αὐτοῖς ἀνετρεφόμην μὴ ἀποσπώμενος ἐξ αὐτῶν. Διὸ δὴ μηδὲ καταισχύνῃς με, ὅταν ἑκάστῳ ἀποδιδῷς κατὰ τὰ ἔργα αὐτοῦ. Ζητῶ δὲ τρυγῆσαι τῆς τοιαύτης διαθέσεως καρπὸν, τὸ μηδεμιᾶς πεῖραν αἰσχύνης λαβεῖν. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμηθείας.

Οὔτε γὰρ ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν, οὔτε ἀνθρωπεία φύσις δύναται ἀρετὴν κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ προφήτης διδάσκει, ὅτι τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρ᾽ αὐτοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν. Πλατύτητα γὰρ τὴν εὐκολίαν ἐκάλεσε· καὶ ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλάτυνάς μοι· καὶ πάλιν· Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου, ὅταν εὔκολα καὶ εὐχερῆ ἐποίησας τὰ κατ᾽ ἐμὲ, καὶ ἀπεδίωξας ἀπ᾽ ἐμοῦ πᾶσαν στραγγαλιώδη καὶ σκολιὰν προσβολὴν τοῦ ἐχθροῦ. Τοῦτο γάρ ἐστιν, Ὅταν ἐπλάτυνας τὴν καρδίαν μου, ὁδὸν ἐντολῶν σου ἔδραμον. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, Ὡσαύτως καὶ πάντες οἱ ἅγιοι. Νομοθέτησόν μοι, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Τὸ Νομοθέτησον ὁ Σύμμαχος, Ὑπόδειξον εἶν· Ἀκύλας δὲ καὶ Θεοδοτίων, Φώτισον Διαπαντὸς, φησὶ, τῆς σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας. ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ ταύτην ἀκολούθως ὁδεύειν. Πᾶσα οὖν δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων. Καὶ ἡμεῖς προαιρούμενοι ἀγαθόν τι ποιεῖν, εἰ μὴ αὐτόθεν ἔχομεν τὴν συνεργίαν. ἀτελής ἐστιν ἡ ἔφεσις ἡμῶν.

Εὔχεται οὖν ὁ προφήτης, καὶ ἡμεῖς οἱ ψάλλοντες (ὅσα οὖν προεγράφη, διὰ τὴν ἡμετέραν σωτηρίαν προεγράφη), τὸν Θεὸν συνεργὸν ἔχειν. Διὸ καὶ ἐπιφέρει· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Τῆς αὐτῆς θεωρίας ἔχεται καὶ ὁ στίχος οὗτος, καὶ οὐ δέεται ἑτέρας ἐννοίας εἰς ἑρμηνείαν.

Καὶ γὰρ ὁ Κύριος προσέταξεν ἐρευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον. Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Οὐχ ἁπλῶς αἰτεῖ ποδηγὸν αὐτοῦ γενέσθαι τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον.

Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἐπὶ τὸ πρανὲς φέρεσθαι πέφυκε τῶν ὑδάτων ἡ φύσις, κἄν τινος ἐπιλάβηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ· οὕτω τοῦ διαβόλου τὴν ἐπὶ τὴν ἁμαρτίαν ὁδὸν διανοίξαντος, τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ θάτερον φορᾶς τὴν πεῖραν διαφυγεῖν. Καὶ γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἔγκειται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καθὼς γέγραπται. Εὐχόμεθα οὖν διδασκόμενοι ὑπὸ τοῦ προφήτου κλιθῆναι τὰς καρδίας ἡμῶν εἰς τὰ μαρτύρια αὐτοῦ, καὶ μὴ εἰς πλεονεξίαν, εἰς ἁρπαγὰς καὶ ἀδικίας, καὶ εἰς περισπασμοὺς τοῦ κόσμου τούτου. Ὅτι πᾶς ὁ βίος τῶν ἀσεβῶν ἐν φροντίδι, κατὰ τὸν πολύαθλον Ἰώβ. Ἐκ τούτων γὰρ καὶ συνάγεται πλοῦτος, ὅστις καὶ μαμωνᾶς καλεῖται.

Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με. ϛʹ. Παρακαλεῖ ὁ προφήτης μὴ μετεωρίζεσθαι τοῖς ὀφθαλμοῖς διά τινων θεάτρων, ἵππων τε καὶ ἡλίκων δρομαῖς, καὶ ὀρχηστικῶν λυγισμάτων, ἅτινά ἐστι ματαιότητος, καὶ ἀκερδῆ καὶ ἀνόνητα· ἐπεὶ καὶ πάντα τὰ πράγματα καὶ αἱ φροντίδες αἱ πολλαὶ τοῦ κόσμου τούτου αἱ συντείνουσαι πρὸς πάθη σαρκικὰ, ματαιότητές εἰσι. Διὸ καὶ ἐν τῷ Ἐκκλησιαστῇ εἴρηται· Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης, τὰ γήϊνα δηλονότι· ἐπάγει γάρ· Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται· καὶ αὖθις· ᾨκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδείσους, κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ᾽ αὐτῶν.

Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίων καὶ ποιμνίων πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἰερουσαλήμ. Συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν. Ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου, οἰνοχόους καὶ οἰνοχοούσας· καὶ οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης. Καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος. Μάταιον δέ ἐστι τὸ ἀκερδὲς καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερπνά.

Ἱκετεύει τοίνυν ὁ προφήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελχθῆναι. Τὸ δὲ, Ἐν τῇ ὁδῷ σου ζῆσόν με, κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Βέβαιον ἐν τοῖς σοῖς λόγοις ἀπόφηνόν με, ἀπερίτρεπτον φυλάττων τῷ φόβῳ σου, ἀντὶ τοῦ, ἐπικείσθω μοι ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων σου, εἰς τὸ περιελεῖν ἀπ᾽ ἐμοῦ πᾶσαν κακίαν καὶ ἁμαρτίαν. Οὕτω τοίνυν δέομαι γενέσθαι ἐν ἐμοὶ τῷ δούλῳ σου. Φόβος γὰρ Θεοῦ, γέγραπται, εἰς ζωὴν ἀνδρί· καὶ, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· καὶ ἐν τοῖς ἑξῆς δὲ τοῦ αὐτοῦ ψαλμοῦ ὁ προφήτης λέγει· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἐπικείσθω μοι οὖν ὁ φόβος σου, μὴ ἐῶν με πρᾶξαι θέλημα σαρκός.

Τὸ γὰρ θέλημα τῇ σαρκὸς ἔχθρα εἰς Θεόν ἐστι, κατὰ τὸν θεῖον Παῦλον τὸν ἀπόστολον. Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ, Ὑπώπτευσα, Ὑπεστάλην εἴρηκεν, οὕτω δὲ καὶ ὁ Θεοδοτίων· ὁ δὲ Σύμμαχος, Ὃν εὐλαβοῦμαι. Ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. Διὰ τοῦτο οὐκ ἐπήγαγε συνήθως, ὅτι τὰ κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα, ἀλλ᾽, Ὅτι τὰ κρίματά σου χρηστά. Κρίματα δὲ καλεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους. Τὸ δὲ, Ὑπώπτευσα, τοῦτό ἐστι, συνέγνων ἐμαυτὸν ἁμαρτήσαντα· καὶ ὄνειδός μοι τοῦτό ἐστιν, ὅτι κατ᾽ εἰκόνα σου κτισθεὶς εἰς ἁμαρτίαν κατωλίσθησα. Περίελε οὖν ταύτην ἀπ᾽ ἐμοῦ, ὅτι οὐ μόνον τοῖς ἁμαρτάνουσιν ἐπάγεις τιμωρίαν, ἀλλὰ καὶ τοῖς μετανοοῦσι πλέον σωτηρίαν. Χρηστὰ γὰρ κρίματά σου, κατ᾽ ἐπίτασιν τοῦ ἀγαθοῦ ὄντα· πλεοναζούσης γὰρ τῆς ἀγαθότητος ἡ χρηστότης γίνεται, ὡς οἱ περὶ αὐτὰ σοφοὶ λέγουσιν. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἐπιθυμία μοί ἐστι τελεία τὸ ἐν ταῖς ἐντολαῖς σου πορεύεσθαι· γλιχομένῳ δέ μοι παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν.