Καὶ ἡμεῖς, ἀδελφοὶ (πρὸς νουθεσίαν γὰρ ἡμῶν ταῦτα προεγράφη), πάντα εἰς οὐδὲν λογισάμενοι, τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξωμεν. Δεῖξαι δὲ θέλων, ὅσης τιμῆς ἠξίωται ὁ ἄνθρωπος, μελῳδήσας ἔφη· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. Λόγῳ γὰρ τὰ πάντα συνέστησεν ὁ Θεὸς, καὶ παρήγαγεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι. Ποιήσας γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ, Γενηθήτω στερέωμα, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν, κτήνη, ἑρπετὰ, θηρία κατὰ γένος αὐτῶν· τὸν δὲ ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, ἔπλασεν. Ὁ τοίνυν προφήτης Πνεύματι θείῳ κινούμενος, τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος (ἀσώματος γὰρ καὶ ἀσχημάτιστος· Πνεῦμα γὰρ ὁ Θεὸς, κατὰ τὴν τοῦ Κυρίου φωνὴν), ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμενος καὶ οἰκείωσιν, ἢν ἔχομεν ἡμεῖς οἱ ἄνθρωποι· κατ᾽ εἰκόνα γὰρ αὐτοῦ ἐκτίσθημεν· διὸ καὶ αὐτὸ τὸ ζῶον ὁ ἄνθρωπος μόνος συνετίζεται.