Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρκη΄ (ὁμιλίαι α΄-γ΄)

Ἰωάννης ὁ Χρυσόστομος

Έναρξη της δεύτερης στάσεως: Η δημιουργία, η ταπείνωση και η θεία σοφία

Ανάλυση της δημιουργίας του ανθρώπου, η προσδοκία της λυτρώσεως μέσω της Ενανθρωπήσεως, η ασκητική νέκρωση της σαρκός και η υπεροχή της θείας γνώσης έναντι των κοσμικών μεριμνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ. Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. αʹ. Ὁ προφήτης Δαυῒδ πολλῶν ἐν πείρᾳ γεγονὼς πραγμάτων, ἀρχοντικῆς ἐξουσίας, βασιλείας, πλούτου, δόξης, τιμῆς, τρυφῆς, καὶ πολέμων ἀνδραγαθίας, πάντα σκύβαλα ἡγησάμενος, εἰς τὸ ὄντως ἐραστὸν καὶ ἐφετὸν καὶ ἀγαπητὸν ἀπέβλεψεν, εἰπών· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

Καὶ ἡμεῖς, ἀδελφοὶ (πρὸς νουθεσίαν γὰρ ἡμῶν ταῦτα προεγράφη), πάντα εἰς οὐδὲν λογισάμενοι, τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξωμεν. Δεῖξαι δὲ θέλων, ὅσης τιμῆς ἠξίωται ὁ ἄνθρωπος, μελῳδήσας ἔφη· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. Λόγῳ γὰρ τὰ πάντα συνέστησεν ὁ Θεὸς, καὶ παρήγαγεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι. Ποιήσας γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ, Γενηθήτω στερέωμα, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν, κτήνη, ἑρπετὰ, θηρία κατὰ γένος αὐτῶν· τὸν δὲ ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, ἔπλασεν. Ὁ τοίνυν προφήτης Πνεύματι θείῳ κινούμενος, τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος (ἀσώματος γὰρ καὶ ἀσχημάτιστος· Πνεῦμα γὰρ ὁ Θεὸς, κατὰ τὴν τοῦ Κυρίου φωνὴν), ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμενος καὶ οἰκείωσιν, ἢν ἔχομεν ἡμεῖς οἱ ἄνθρωποι· κατ᾽ εἰκόνα γὰρ αὐτοῦ ἐκτίσθημεν· διὸ καὶ αὐτὸ τὸ ζῶον ὁ ἄνθρωπος μόνος συνετίζεται.

Ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν· ἐπήγαγε γάρ· Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου, Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Πρόφασις, φησὶν, εὐφροσύνης τοῖς εὐσεβέσι γενήσομαι, ἐλπίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ ἐλπίδι τὸ τέλος.

Καὶ ἐπειδὴ χαίρει ὁ Θεὸς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι κατὰ τὴν κυριακὴν φωνὴν, οἱ δίκαιοι, ὡς μιμηταὶ αὐτοῦ ὄντες, εὐφραίνονται ἐπὶ ἀνδρὶ συνετῷ καὶ ἐλπίζοντι εἰς τοὺς λόγους τοῦ Θεοῦ, Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Ταῦτα διαφόρως λέγει, τὴν οἰκείαν εὐγνωμοσύνην δεικνύς. Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. Ἁμαρτανόντων γὰρ ἡμῶν, ἔστιν ὅτε ὁ Θεὸς ὀργίζεται, ἔστι δ᾽ ὅτε καὶ μακροθυμεῖ, ἐκδεχόμενος ἡμῶν τὴν μετάνοιαν. Ἵνα οὖν μὴ ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, πρὸς παίδευσιν καὶ διόρθωσιν ἡμῶν ἐπάγει ὀργὴν, καὶ κρίνει δικαίως. Γέγραπται γὰρ διὰ τοῦ προφήτου· Ἐν θυμῷ μικρῷ ἐπάταξά σε, ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε· καὶ, Κύριος ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησι· καὶ, Ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Ἀληθείᾳ γὰρ ἐπιφέρει συμφορὰς καὶ θλίψεις. Τοῦτο γὰρ δηλοῖ τὴν ταπείνωσιν. Γενηθήτω δὲ τὸ ἔλεός σου, τοῦ παρακαλέσαι με. Φιλανθρωπίας γὰρ λοιπὸν καὶ ψυχαγωγίας καιρός. Ἔλεος οὖν τοῦ Θεοῦ ἡ ἐν σαρκὶ παρουσία Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Ἐποίησε γὰρ μεθ᾽ ἡμῶν ἔλεος, καὶ αὐτός ἐστι παράκλητος πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸς τῶν ἁμαρτιῶν ἡμῶν, ὥς φησιν Ἰωάννης ὁ ἀπόστολος, Καὶ ἄλλον Παράκλητον ἐπηγγείλατο, τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς γὰρ εἶπε τοῖς μαθηταῖς· Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Αἰτεῖται οὖν ὁ προφήτης γενηθῆναι τὸ ἔλεος τοῦτο εἰς τὸ ἀνθρώπινον γένος, καθὼς ἐπηγγείλατο διὰ τῶν πατριαρχῶν, τοῦ νόμου καὶ προφητῶν· τοῦτο γάρ ἐστι· Κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Τοῖς γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὔνοιαν ἐπηγγείλω. Τοῦτο καὶ διὰ Ἡσαΐου ἔφη· Ὅταν ἀποστραφεὶς στενάξῃς. τότε σωθήσῃ· καὶ διὰ τοῦ Ἱερεμίου βοᾷ· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς.

Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μου ἐστί. Νεκρὸν ἑαυτὸν ἡγεῖται, τῆς θείας ἐστερημένος εὐμενείας· οὐ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλανθρωπίας παρακαλεῖ. Αὐτοὺς οὖν τοὺς οἰκτιρμοὺς λέγει, οὓς δέδωκεν ἡμῖν ὁ Κύριος ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, τὸν εὐαγγελικὸν λόγον, τὰ ἀποστολικὰ διδάγματα, ἵνα ἐν τούτοις ζῶντες ἔχωμεν αὐτὰ μελέτην διαπαντός. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλὰ ὑπερεύχεται τούτων. Ἡ γὰρ αἰσχύνη τὴν σωτηρίαν πραγματεύεται. Ἧς τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκείνους τυχεῖν ἀξιοῖ. Ὑπερηφανεύθη οὖν ὁ διάβολος καὶ αἱ ὑπ᾽ αὐτὸν ἀντικείμεναι δυνάμεις κατὰ τοῦ ἀνθρωπίνου γένους διὰ τῆς παραβάσεως· ἀλλ᾽ οὖν ᾐσχύνθησαν ἐπὶ τῇ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτοὶ γὰρ ἔλεγον· Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ, Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Τὸ δὲ, Ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου, ὁ μὲν τῶν ἑρμηνευτῶν ἐξέδωκε, Διηγούμην ἐν ταῖς ἐντολαῖς σου· ὁ δὲ, Λαλήσω· ἕτερος δὲ, Ὁμιλήσω. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.

Ὡς πόῤῥω που τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτὸν τῷ Θεῷ παραπλησίως ἀποστραφέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν. Τοῦτο γὰρ ὁ Σύμμαχος σαφέστερον παρεδήλωσεν· Ἀναστρεψάτωσάν με οἱ φοβούμενοί σε. Ὁ δὲ προφήτης ἐκ προσώπου τοῦ ἀνθρωπίνου γένους διαλέγεται. Οἱ γὰρ ἀπόστολοι καὶ οἱ φοβούμενοι τὸν Θεὸν ἐπέστρεψαν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν τῆς ἀληθείας.

Εἶπε γὰρ αὐτοῖς ὁ Κύριος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Αὐτοὶ γὰρ τῷ ὄντι ἔγνωσαν τὰ μαρτύρια τοῦ Θεοῦ. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. βʹ. Μώμου παντὸς ἐλευθέραν καρδίαν ἔχειν ἐφίεται· ἡ τοιαύτη γὰρ αἰσχύνης ἀπήλλακται. Διά τοι τοῦτο καὶ εὐθὺς ἀρξάμενος τοῦ ψαλμοῦ, τοὺς ἀμώμους ἐμακάρισε.

Πότε οὖν ἐστιν ἄμωμος ἡ καρδία ἡμῶν, ἢ ὅτε ἀνεγεννήθημεν δι᾽ ὕδατος καὶ Πνεύματος, καὶ καθαροὶ γεγόναμεν ψυχῇ καὶ σώματι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος ἐν τοῖς δικαιώμασι τοῦ Θεοῦ πολιτευόμεθα, ἵνα μὴ αἰσχυνθῶμεν, ὅτε οἱ δίκαιοι εἰς τιμὴν ἑαυτῶν καὶ δόξαν ἀναστήσονται, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον;

Ἐπεὶ καὶ ἐν τῷδε τῷ βίῳ αἰσχύνη ἐστὶ Χριστιανῷ λέγεσθαι πόρνον, ἢ ἀδικητὴν, ἢ λοίδορον, ἢ ἐπίορκον, ἢ μισάδελφον, ἢ μέθυσον, ἢ φλύαρον, ἢ ψεύστην, ἤ τι τοιοῦτον. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. Οἱ σφόδρα τι ποθοῦντες, καὶ ἐστερημένοι τοῦ ποθουμένου, ἐκλείπειν φασίν.

Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδημίας προσμένοντες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ διαμαρτάνοντες· οὕτως οἱ ἄγαν διψῶντες καὶ σπανίζοντες ὕδατος· οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαίοντες καὶ τὴν θείαν εὐμένειαν προσμένοντες, ἀναβαλλομένην ταύτην ὁρῶντες ἐκλείπουσι. Σωτήριον οὖν τοῦ ἀνθρωπείου γένους ἐστὶν ἡ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος πρὸς ἡμᾶς συγκατάβασις. Ἐπειδὴ καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν· οὕτως οὖν καὶ αὐτὸς τοῦτο τὸ σωτήριον, ὃ ἀπέκειτο, ηὔχετο τάχιον γενέσθαι. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, Πότε παρακαλέσεις με; Λόγιον καὶ ἡ ὑπόσχεσις ἡ θεία καλεῖται καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμένων κακῶν προσδεχόμενος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν. Ἐπιτείνει οὖν τὸν λόγον, ἐκδεχόμενος ταύτην τὴν παράκλησιν, ἥτις ἐστὶν ὁ εὐαγγελικὸς λόγος. Αὐτὸς γὰρ ὁ Σωτὴρ ἐλθὼν, παρεκάλεσεν ἡμᾶς εἰπών· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ, Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.

Ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται. καὶ φυσώμενος ἐξογκοῦται· ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. Οἱ οὖν τὸν εὐαγγελικὸν λόγον δεξάμενοι, πᾶσαν τρυφὴν καὶ σωμάτων χαυνώσεις καὶ ὀγκώσεις ἀποβάλλονται, καὶ βιοῦσι κατὰ τήνδε τὴν ζωὴν ἐν σεμνότητι καὶ ἐν εὐλαβείᾳ καὶ ἐγκρατείᾳ. Οὕτω γάρ ἐστιν ἡ τοῦ σώματος φύσις· χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, καὶ κατὰ τῆς ψυχῆς ἐξανίσταται· τῇ δὲ ἀσκητικῇ κακουχίᾳ ταπεινοῦται καὶ πιέζεται. Καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν· Ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Τοιγάρτοι καὶ ὁ προφήτης ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;

Πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; Ὀλιγοσταὶ οὖν εἰσιν αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν, καὶ καταδιωκόμεθα ὑπὸ λογισμῶν πονηρῶν, καὶ ὑπὸ σαρκικῶν ἐπιθυμιῶν καὶ τῶν τοῦ κόσμου φροντίδων· Ἡ γὰρ σὰρξ κατὰ τοῦ πνεύματος ἀγωνίζεται, ὥς φησιν ὁ Ἀπόστολος· Αἱ γὰρ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς, ἑβδομήκοντα ἔτη. Πότε τοίνυν μοι δικάσεις, καὶ τῶν δυσμενῶν ἀπαλλάξεις; Κρῖνον οὖν, καὶ ταῦτα ἀποδίωξον ἀφ᾽ ἡμῶν. Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾽ οὐχ ὡς ὁ νόμος σου, Κύριε. Τῷ μὲν προφήτῃ τοὺς ἐχθροὺς ἀνελεῖν συνεβούλευσαν· αὐτὸς δὲ τῷ θείῳ νόμῳ πειθόμενος, τὴν θείαν ψῆφον ἀνέμενεν. Ἀλλὰ καὶ ἡμῖν τῶν λογίων τούτων ἡ διδασκαλία χρησιμωτάτη. Προσήκει τοίνυν φυγεῖν οὐ μόνον τοὺς Ἑλλήνων μύθους καὶ τὴν Ἰουδαίων ἀπιστίαν, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὰ βλάσφημα δόγματα. Ἐπειδὴ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ αἱρετικοὶ διηγοῦνται, καὶ δοκοῦσιν ὡς διδάσκαλοι, τὸ ψεῦδος ἔχοντες εἰς συνασπισμὸν, καὶ οὐδὲν ἐκ τῶν θείων Γραφῶν φθέγγονται· εἰ δὲ καὶ φθέγγονται, κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἀλλ᾽ ὡς παράνομοι καταφλυαροῦσι καὶ ἐξαπατῶσιν· ὅτι καὶ ἐν τῇ γενεᾷ ἡμῶν γέγονε τοῦτο. Οἱ χριστιανοκατήγοροι, ἤγουν εἰκονοκλάσται, πολλοὺς συνήρπασαν, καὶ οἱ Παυλικιανοὶ οἱ μετέχοντες τῆς αἱρέσεως τῶν Μανιχαίων.

Οὐδὲ γὰρ ἐκ τῶν θείων Γραφῶν ἐλάλησαν, ἀλλὰ τῷ ψεύδει συγκαλύπτονται, καὶ αὐτῷ διισχυρίζονται· ἡμεῖς δὲ οἱ τὸ Εὐαγγέλιον ἀκολουθοῦντες καὶ ὀρθοδόξως πιστεύοντες, καθὼς παρέλαβεν ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία, λέγομεν. Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια. Διὰ τοῦτο γάρ σου προαιροῦμαι τὸν νόμον, ἐπειδὴ πάσας σου τὰς ἐντολὰς ἀληθείᾳ κοσμουμένας ὁρῶ. Ἀδίκως κατεδίωξάν με· βοήθησόν μοι.

Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Πολλῆ, φησὶ, καὶ ἡ ἀδικία καὶ ἡ δυναστεία τῶν δυσμενῶν· καὶ αὐτῆς γάρ με, μικροῦ δεῖν, ἐστέρησαν τῆς ζωῆς. Διδάσκει δὲ ἡμᾶς κρατεῖν τὰς παραδόσεις, ἃς παρελάβομεν· καθοδηγεῖ δὲ καὶ πρὸς ἑτέραν διδασκαλίαν, τὸ μὴ ἑαυτοὺς ἐκδικεῖν, μηδὲ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ τῆς παρὰ τοῦ Θεοῦ δέεσθαι βοηθείας, καὶ αὐτῷ ἀποδιδόναι τὴν κρίσιν.

Γέγραπται γὰρ διὰ τοῦ προφήτου· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Ἐπειδὴ παρὰ μικρὸν προσήγγισα τῷ θανάτῳ ἔκ τε τῆς τοῦ πονηροῦ προσβολῆς καὶ τῶν σωματικῶν ἡδονῶν, ἀλλ᾽ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Τοιαῦτα τὰ τῶν ἁγίων καυχήματα, ἃ πρὸς ἡμετέραν νουθεσίαν ὁ προφήτης διαγορεύει. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Ποῖον ἔλεος; Ὃ ἐποίησας, Δέσποτα, τῇ ἐνσάρκῳ σου οἰκονομίᾳ. Οὐκοῦν ταύτην μοι τὴν χάριν δὸς, ἵνα φυλάττω τὰ μαρτύριά σου. Ταπεινοφροσύνῃ δὲ ὁ προφήτης τὸν λόγον ἐκόσμησεν. Οὐ γὰρ τῆς δικαιοσύνης ἀντίδοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λαβεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύρια.

Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Πάντα γὰρ, φησὶ, ῥᾴδιά σοι τῷ Δεσπότῃ καὶ δυνατά. Τὸ πρόσταγμα γὰρ τὸ σὸν ἀκίνητα φυλάττει τῶν οὐρανῶν τὰ κύτη. Τοῦτο δὲ καὶ ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ὀγδόῳ ἔφη ψαλμῷ· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αὐτὸς οὖν ὁ οὐρανὸς διαμένει, καθὼς παρὰ σοῦ ἔκτισται, Δέσποτα, καὶ οἱ ἐν αὐτῷ ἐνδιαιτώμενοι ἄγγελοι τὸν θεῖον διαφυλάττουσι νόμον, καὶ παραβάσεως ἁπάσης εἰσὶν ἐλεύθεροι.

Δυνατοὶ γάρ εἰσι, καὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον σου. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. γʹ. Πάλαι μὲν τοῖς Ἰσραηλίταις ἐδόθη νόμος, οἵτινές εἰσι πρώτη γενεά· μετὰ τοῦτο δὲ ἡμῖν τοῖς ἔθνεσιν ὁ εὐαγγελικός· αὕτη ἐστὶν ἡ ἀλήθεια. Ταύτην γὰρ καὶ τῇ Ἰουδαίων ἐφύλαξας γενεᾷ, καὶ τῇ ἑτέρᾳ τῇ μετ᾽ ἐκείνους γεγενημένῃ. Λέγει δὲ τὸν ἐξ ἐθνῶν λαὸν τὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῆς σωτηρίας τετυχηκότα. Ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἔδωκας τῇ γῇ τὸ ἐπὶ πλεῖστον διαρκὲς, καὶ μεμένηκεν, ὡς προσέταξας. Διώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους. Μένει καὶ ἡ γῆ κατὰ τὴν σὴν δημιουργίαν, βλαστάνουσα κατὰ τὸν καιρὸν αὐτῆς βοτάνας, φυτὰ, δένδρα, φέρουσα καρποὺς, σπέρματα πρὸς ἀποτροφὴν πάντων τῶν ζώων· καὶ Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα. Ἀνατέλλων γὰρ ὁ ἥλιος πορεύεται πρὸς δύσιν. Πάντα γάρ σοι δουλεύει, καὶ τοῖς σοῖς νεύμασιν εἴκει. Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ὅλων, καὶ πάντα σοι τῷ Θεῷ ὑπακούει. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.

Ταῦτα ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπεσὼν συμφορᾷ, καὶ ὁ Ἰωσὴφ δουλείαν καὶ μοιχείαν καὶ συκοφαντίαν φυγὼν, καὶ ὁ Δανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι παῖδες προσκυνῆσαι καταναγκαζόμενοι τὴν εἰκόνα, καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη. Εἰκότως δὲ ταῦτα ἔφη ὁ μακάριος Δαυῒδ, ἐξελαθεὶς μὲν ὑπὸ τοῦ Σαοὺλ, ἀλλοφύλοις δὲ καὶ δυσμενέσιν ἀνθρώποις συνδιάγειν ἀναγκαζόμενος.

Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων νόμων συμπεριέφερε τὴν μελέτην· διὸ καὶ ἐπιφέρει· Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Μακάριος οὗτος, ὃς τὴν φωνὴν ταύτην ἐν ἀληθείᾳ ἀναπέμπει πρὸς τὸν Θεὸν, καὶ ἐν τοῖς δικαιώμασιν αὐτοῦ βιοῖ ἐν τῷ κόσμῳ τούτῳ.

Ὁ γὰρ ἁμαρτωλὸς οὐ δύναται εἰπεῖν, Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, παραβαίνων τὰς ἐντολὰς τοῦ Θεοῦ· τῇ γὰρ πείρᾳ μαθὼν ὁ προφήτης λέγει, ὅτι ζωὴν τὰ σὰ δικαιώματα φύει, καὶ ἄσβεστον τούτων διατηρήσω τὴν μνήμην. Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Εἰς διάφορα προσυπακούεται τὸ, Σός εἰμι· σὸς γάρ εἰμι δοῦλος, σὸς θεράπων, σὸς κατὰ χάριν υἱός. Εἴ τις οὖν θαῤῥεῖ φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, αὐτὸς λέγει· Σός εἰμι ἐγὼ, σῶσόν με. Διὰ τί; Ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Οἱ γὰρ τὰ τοῦ ἐναντίου ἔργα ποιοῦντες, οὐκ ἐκζητοῦσι τὰς ἐντολὰς, καὶ οὐ δύνανται εἰπεῖν· Σός εἰμι ἐγὼ, σῶσόν με. Οὐ πάντες τοίνυν ταύτῃ κεχρῆσθαι δυνάμεθα τῇ φωνῇ. Ψεύδεται γὰρ τῆς ἁμαρτίας ὁ δοῦλος, τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων. ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Ἐὰν τοίνυν ἐκείνης ἀπαλλαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κεχρῆσθαι δυνάμεθα τῇ φωνῇ. Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ, τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Τὸ, Ὑπέμειναν, Προσεδόκησαν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων εἰρήκασιν.

Ἐκεῖνοι μὲν οὖν ἤλπισαν παραδοῦναί με θανάτῳ· ἐγὼ δὲ τοῖς σοῖς προσέχων μαρτυρίοις, τὴν ἐντεῦθεν ἐκαρπωσάμην ζωήν. Πολλαχῶς δὲ οἱ ἐν ἁμαρτίαις ζῶντες, κατεπανίστανται τῶν δικαίων, μὴ προσδοκῶντες τὴν κρίσιν καὶ ἀνταπόδοσιν, μηδὲ ἰσόῤῥοπον δίκην τῆς κακίας αὐτῶν, ἔχοντες βέβαια τὰ παρόντα, ἐξ ἀδικίας συνάγοντες πλοῦτον, ἐξ ἀλλοτρίων κατασπαταλῶντες· οἱ δὲ δίκαιοι τὰ μαρτύρια τοῦ Θεοῦ ἐκζητοῦσι, καὶ εἴ τι ἂν γένηται εἰς αὐτοὺς, οὐ παρεκτρέπονται ἐκ τῶν ἐντολῶν αὐτοῦ. Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα.

Ὁ δὲ Σύμμαχος οὕτω· Πάσης κατασκευῆς εἶδον πέρας· εὐρύχωρος ἡ ἐντολή σου σφόδρα. Πάντα, φησὶ, τὰ ἀνθρώπινα, καὶ πλοῦτος καὶ περιουσία καὶ δυναστεία, ἡγεμονίαι καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ· ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσιν αὐτὴν προξενεῖ τὸν ἀπέραντον καὶ αἰώνιον πλοῦτον καὶ τὰ ἀγαθὰ τὰ μηδεμίαν μεταβολὴν δεχόμενα. Αὐτοὶ μὲν γὰρ οἱ ἁμαρτωλοὶ πλουτοῦντες καὶ εὐφραινόμενοι ἐν τῷδε. τῷ βίῳ, καὶ ἐν εὐημερίᾳ παρερχόμενοι καὶ δυναστείᾳ, τέλος λογίζονται εἶναι τῶν ἀγαθῶν τὰ παρόντα· ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ ψάλλει· Πάσης συντελείας εἶδον πέρας· ἡ ἐντολὴ τοῦ Θεοῦ πλατεῖά ἐστι σφόδρα, καὶ διαμένει εἰς τὸν αἰῶνα, καὶ τὴν ἀντίδοσιν ἔχει τῶν αἰωνιζόντων ἀγαθῶν.

Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε! Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Οὐ πᾶς ὁ τὸν θεῖον νόμον πληρῶν, ἀγαπῶν τοῦτον πληροῖ· ἀλλ᾽ οἱ μὲν δέει καὶ φόβῳ τῆς τιμωρίας, οἱ δὲ δόξαν τὴν παρὰ ἀνθρώπων θηρώμενοι· οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρασταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα.

Προσέχωμεν οὖν, ἀδελφοὶ, τοῖς λεγομένοις. Ὅλην τὴν ἡμέραν μελετᾷν προστάσσει ἡμῖν τὸν θεῖον νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ· καὶ ἡμεῖς δύο ὥρας ἢ τρεῖς οὐκ ἀκροώμεθα θείας ἀναγνώσεως, δι᾽ ἧς ὁ βίος ἡμῶν κατορθοῦται. Εἰσὶ γάρ τινες, οἳ δίκην ἀσπίδος κωφῆς κλείουσι τὰ ὦτα αὐτῶν, καὶ ὑποχωροῦσι, μὴ ἀκοῦσαι θέλοντες θείων λόγων καὶ διδασκαλίας ψυχωφελοῦς· τὸ δὲ δεινότερον, ὅτι καὶ κληρικοί τινες τοῦτο ποιοῦσι, καὶ ἀδελφοὶ καὶ συλλειτουργοὶ ἡμῶν. Καὶ εἰ μὴ παρὰ τοῦ Ἀποστόλου εἴχομεν ἐντολὴν τὴν λέγουσαν, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, θύραν ἐπὶ στόματος ἐπεθήκαμεν ἂν, καὶ τὰ βάρη τούτων ὑπενεγκεῖν καὶ βαστάσαι.

Πλὴν ἄνδρες σοφοὶ καὶ συνετοί εἰσι, καὶ ἑαυτοὺς δύνανται διορθῶσαι. Γέγραπται γάρ· Σοφοὶ ἑαυτῶν ἐπιγνώμονες. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστι. δʹ. Θερμῶς τὸν θεῖον ἀγαπᾷν ὁ προφήτης ὁμολογήσας νόμον, τῇ θείᾳ χάριτι τὸ πᾶν ἀνατίθησι. Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον. Πλείονα γάρ μοι τῶν ἐχθρῶν εἴδησιν ἔδωκας· διὸ οἱ μὲν ἀνελεῖν με σπουδάζουσιν, ἐγὼ δὲ οὐδὲ ἀμύνασθαι τοὺς ἀδικοῦντας ἀνέχομαι· τὸ γὰρ αἰώνιον τῆς ἀρετῆς φαντάζομαι κέρδος. Καὶ ὁ χορὸς τῶν ἀποστόλων ταῦτα βοᾷ· ἐχθροὶ γὰρ αὐτῶν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Αὐτοὶ οὖν παρὰ Χριστοῦ τοῦ Θεοῦ σοφισθέντες, τὸν εὐαγγελικὸν λόγον ἐκήρυξαν, καὶ εἰς τὸν αἰῶνα ἡ αὐτῶν διδασκαλία κεκράτηκε· τῶν γραμματέων καὶ Φαρισαίων πρόσκαιρος ἦν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Βασιλέων ἴδιον τὸ διδάσκειν· τὸ δὲ διδάσκεσθαι, τῶν ἀρχομένων. Ἐβασίλευσεν ὁ Σαοὺλ, πρεσβύτερος δὲ ἦν καὶ τῷ χρόνῳ· ἀλλ᾽ ὅμως οὔτε ἡ ἐξουσία τῆς βασιλείας, οὔτε τῆς ἡλικίας ὁ χρόνος σωφρονεῖν αὐτὸν παρεσκεύασεν, ἀλλὰ τὸν εὐεργέτην ἀνελεῖν ἐπεθύμει.