Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρλθ'

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή σε προσευχή, φιλαδελφία και δοξολογία

Ηθική προτροπή για συνεχή προσευχή συνοδευόμενη από αγαθά έργα, ανάδειξη της αγάπης προς τον πλησίον και κατακλείδα του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Καὶ τίς ἂν τὴν τότε γενομένην ἀνάγκην εἰπεῖν ἐξισχύσειεν; Ἐπεὶ οὖν τοιαῦτα ὁ πονηρὸς ἄνθρωπος καὶ ὁ ἄοικος ἀνὴρ διαπράττονται, μὴ παυσώμεθα πάντοτε ἐκτενῶς δέεσθαι τῷ Θεῷ καὶ λέγειν· Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Μὴ μόνον δὲ στόματι ταῦτα προσευχώμεθα, ἀλλὰ καὶ δι᾽ ἔργων ἀγαθῶν ἑαυτοὺς ἀξίους πρὸς τὸ εἰσακούεσθαι τὴν δέησιν ἡμῶν εὐτρεπίσωμεν.

Οὕτω γὰρ παρακαλοῦντες τὸν Θεὸν εἰσακουσθησόμεθα, καὶ οὐ μόνον ἐξ ἀνθρώπου πονηροῦ καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐξελεῖται καὶ ῥύσεται ἡμᾶς, ἀλλὰ καὶ ἐκ τῶν ἀοράτων ἐχθρῶν ἡμῶν λυτρώσεται ἡμᾶς, καὶ σὺν τοῖς ἐπιγείοις ἀγαθοῖς καὶ τῶν αἰωνίων αὐτοῦ ἀξιώσει ἀγαθῶν. Ἐξαιρέτως δὲ τὴν εἰς ἀλλήλους ἀγάπην ἄδολον καὶ εἰλικρινῆ φυλάξωμεν, καὶ οἰκεῖον κέρδος τὴν εἰς πλησίον γινομένην προκοπὴν λογισώμεθα. Ἐν τούτῳ γὰρ μιμηταὶ Θεοῦ κατὰ τὸ δυνατὸν ἀνθρώποις γινόμεθα. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν ἀγάπη ἐστί τε καὶ ὀνομάζεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.