Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρλθ'
Η ανάγκη προστασίας των αδικουμένων
Βιβλικά παραδείγματα και προτροπή προς τους πιστούς για την αποφυγή της πονηρίας και τη συνδρομή προς όσους αδικούνται.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ανάγκη προστασίας των αδικουμένων
Βιβλικά παραδείγματα και προτροπή προς τους πιστούς για την αποφυγή της πονηρίας και τη συνδρομή προς όσους αδικούνται.
βʹ Χρὴ οὖν φεύγειν τὴν πονηρίαν καὶ τὴν ἀδικίαν, ὡς ἡ δύναμις· μὴ μόνον δὲ φεύγειν, ἀλλὰ καὶ τοὺς ἀδικουμένους ἐκ χειρὸς τῶν ἀδικούντων ῥύεσθαι, ὡς ὁ Ἀβραὰμ ἐῤῥύσατο τὸν Λὼτ αἰχμαλωτισθέντα ἐκ χειρὸς τῶν ἀλλοφύλων· ὡς αὐτὸς ὁ Λὼτ τοὺς ἀγγέλους ἐῤῥύσατο ἐκ τῆς τῶν Σοδομιτῶν παρανομίας. Εἰ γὰρ καὶ ἡ φύσις τῶν ἀγγέλων ἀνεπίδεκτος, ἀλλ᾽ ἠτμάτων (forte ἡ τόλμα τῶν) ἀνθρώπων πρόχειρος. Ὡς ὁ Μωϋσῆς τὸν τῶν Ἑβραίων λαὸν ἐῤῥύσατο ἐκ χειρὸς τῶν Αἰγυπτίων· ὡς ὁ Δαυῒδ τὸν Σαοὺλ ἐῤῥύσατο ἐκ τῆς βίας τοῦ δαίμονος· ὡς τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς καιομένης ὁ συγκαταβὰς αὐτοῖς ἄγγελος· ὡς τὸν Δανιὴλ ἐκ τοῦ λάκκου τῶν λεόντων ἡ πίστις· ὡς τὸν Ἰωνᾶν ἐκ τῆς κοιλίας τοῦ κήτους ἡ μετάνοια· ὡς τὸν Ἱερεμίαν ἐκ λάκκου βορβόρου Ἀβιμέλεχ ὁ εὐνοῦχος· ὡς Δανιὴλ ἐν Βαβυλῶνι ἐκ τῆς κρίσεως τῶν παρανόμων τὴν Σωσάνναν· ὡς ὁ Κύριος πᾶσαν τὴν ἀνθρωπότητα ἐκ χειρὸς τοῦ διαβόλου· ὡς οἱ ἀπόστολοι τοὺς ἐχομένους ἀπὸ πνευμάτων καὶ νόσων. Ἀλλ᾽ οὐ μόνον ὁ λόγος ἄνδρας νομοθετεῖ τοῦτο ποιεῖν, ἀλλὰ καὶ γυναῖκας διδάσκει.
Πολλαὶ γὰρ γυναῖκες ἐῤῥύσαντο πολλοὺς ἐκ θανάτου καὶ κινδύνων ὡς Σάῤῥα τὸν Ἀβραὰμ ἐῤῥύσατο ἐκ χειρὸς Ἀβιμέλεχ, ἀδελφὸν αὐτῆς εἶναι σοφισαμένη· ὡς Ῥεβέκκα τὸν υἱὸν αὐτῆς Ἰακὼβ ἐκ χειρὸς τοῦ ἀδελφοῦ αὐτοῦ Ἡσαῦ, τὴν φυγὴν αὐτῷ συμβουλεύουσα· ὡς Ῥαχὴλ τὸν πατέρα ἐκ τῆς εἰδωλολατρείας ἐῤῥύσατο, ἄψυχα εἴδωλα κλέψασα· ἔκλεψε γὰρ οὐ δι᾽ ἄλλο, ἢ ἵνα τῆς εἰδωλολατρείας ῥύσηται τὸν πατέρα· ὡς Ῥαὰβ ἡ πόρνη τοὺς κατασκόπους ἐῤῥύσατο ἐκ χειρὸς τῶν ἀλλοφύλων, εἰς τὴν λινοκαλάμην αὐτοὺς κατακρύψασα· ὡς Μελχὸλ τὸν Δαυῒδ ἐκ χειρὸς Σαοὺλ, τὸ μυστήριον αὐτῷ ἀπαγγείλασα· ὡς Ἀβιγαῒλ τὸν Νάβαλ ἐκ θανάτου, τῷ Δαυῒδ προσπεσοῦσα· ὡς ἡ τοῦ Μωϋσέως μήτηρ ἐκ χειρὸς Φαραὼ τὸ νήπιον εἰς θήβην ἐμβαλοῦσα· ὡς Μάρθα καὶ Μαρία τὸν ἀδελφὸν αὐτῶν Λάζαρον ἐξ ᾄδου, τῷ Κυρίῳ προσκλαύσασαι· ὡς αἱ χῆραι τὴν Ταβιθὰ ἐκ θανάτου ἐῤῥύσαντο, δυσωπήσασαι Πέτρον· ὡς ἡ πίστις τὴν αἱμόῤῥουν, καὶ νηστεία τοὺς Νινευίτας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.