Ἄνθρωπος βασιλεὺς ἐν φροντίσι τοσαύταις ὢν, δήμων καὶ πόλεων καὶ ἐθνῶν ἀρχὴν ἐγκεχειρισμένος, εἰρήνης φροντίζων, πολέμους καταλύων, πραγμάτων ἄφατον ὄχλον ὁρῶν περὶ αὐτὸν ἀεὶ περιεστῶτα, οὐδὲ μικρὸν ἀναπνεῦσαι ἔχων, οὐ μόνον τὰς ἡμέρας, ἀλλὰ καὶ τὰς νύκτας προσετίθει ταῖς εὐχαῖς. Εἰ δὲ ὁ βασιλεὺς ὁ ἐν τοσαύτῃ τρυφῇ ζῶν, ὁ τοσαύτας ἔχων φροντίδας, ὁ τοσούτοις πράγμασι περικυκλούμενος, οὐδὲ τὴν νύκτα ἠρέμει, ἀλλὰ τῶν ἐν ὄρεσι καθημένων μοναχῶν ἀκριβέστερον τὰς εὐχὰς ποιούμενος διετέλει, ποίας, εἰπέ μοι, τευξόμεθα συγγνώμης ἡμεῖς, ἐν ἀδείᾳ μὲν ζῶντες πολλῇ, καὶ τὸν ἰδιωτικὸν καὶ ἀπράγμονα ἐπανῃρημένοι βίον, οὐ μόνον δὲ τὰς νύκτας καθεύδοντες ἁπάσας, ἀλλ᾽ οὐδὲ ἐν τῇ ἡμέρᾳ μετὰ τῆς προσηκούσης ἀγρυπνίας τὰς νενομισμένας ἐπιτελοῦντες εὐχάς; Μέγα ὅπλον προσευχὴ, μέγας κόσμος εὐχὴ, καὶ ἀσφάλεια καὶ λιμὴν, καὶ θησαυρὸς ἀγαθῶν, καὶ ἄσυλος πλοῦτος. Ἀνθρώπων μὲν οὖν δεόμενοι, καὶ δαπάνης χρημάτων δεόμεθα, καὶ κολακείας δουλοπρεποῦς, καὶ πολλῆς περιόδου καὶ πραγματείας.