Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν σταυρὸν καὶ τὸν λῃστήν (ὁμιλία β΄)

Ἰωάννης ὁ Χρυσόστομος

Η μετάνοια του ληστή και η άμεση είσοδος στον Παράδεισο

Αναλυτική παρουσίαση της μεγαλειώδους ομολογίας του ευγνώμονος ληστή, η αντιπαραβολή του με τον βλάσφημο συσταυρωμένο και η ανάδειξη της θείας φιλανθρωπίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Πῶς; Ὅτε ἐκεῖ μὲν ἄλογον, ἐνταῦθα δὲ λογικὸν προσήχθη πρόβατον. Ὅσῳ τοίνυν κρεῖττον τὸ λογικὸν τοῦ ἀλόγου, τοσούτῳ πλείων ἐνταῦθα καὶ ὁ ἁγιασμός. Οὐκοῦν ἀληθῶς ἑορτὴ ὁ σταυρός. βʹ. Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα μέγιστον, πᾶσαν ὑπερβαῖνον ἀνθρωπίνην διάνοιαν; Τὸν παράδεισον ἀποκεκλεισμένον σήμερον ἀνέῳξε· σήμερον γὰρ τὸν λῃστὴν εἰσήγαγεν ἐν αὐτῷ. Δύο τὰ μέγιστα κατορθώματα, καὶ τὸν παράδεισον ἀνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγεν· ἀπέδωκεν αὐτῷ τὴν ἀρχαίαν πατρίδα, ἐπανήγαγεν αὐτὸν ἐπὶ τὴν πατρῴαν πόλιν.

Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ, φησὶν, ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι ἐν τῷ σταυρῷ ἥλοις, καὶ παράδεισον ἐπαγγέλλῃ; πῶς οὖν τοιαῦτα χαρίζῃ; Καὶ μὴν ὁ Παῦλος λέγει, ὅτι Ἐσταυρώθη ἐξ ἀσθενείας· ἀλλ᾽ ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ ζῇ, φησὶν, ἐκ δυνάμεως Θεοῦ. Καὶ πάλιν ἀλλαχοῦ· Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Διὰ τοῦτο ἐν τῷ σταυρῷ νῦν, φησὶν, ἐπαγγέλλομαι, ἵνα καὶ διὰ τούτου τὴν ἐμὴν καταμάθῃς δύναμιν. Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπόν ἐστιν, ἵνα μὴ κατηφὴς γένῃ τῇ φύσει τοῦ σταυροῦ προσέχων, ἀλλὰ πρὸς τὴν τοῦ σταυρουμένου δύναμιν ἀποβλέψας, φαιδρὸς ᾖς καὶ γεγανωμένος, διὰ τοῦτο ἐκεῖ ἐπιδείκνυσί σοι τὴν ἰσχὺν τὴν ἑαυτοῦ. Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ ἐπιτάξας, οὐ δαίμοσιν ἐπιτιμήσας, ἀλλ᾽ ἐσταυρωμένος, προσηλωμένος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, χλευαζόμενος, παρὰ πάντων διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ λῃστοῦ διάνοιαν ἐφ᾽ ἑαυτὸν ἐπισπάσασθαι. Ὅρα ἑκατέρωθεν αὐτοῦ τὴν δύναμιν διαλάμπουσαν. Τὴν κτίσιν ἐκλόνησε, τὰς πέτρας διέῤῥηξε, τὴν πέτρας ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν κηροῦ μαλακωτέραν εἰργάσατο. Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί λέγεις; Τὰ χερουβὶμ τηρεῖ τὸν παράδεισον καὶ ἡ φλογίνη ῥομφαία, καὶ σὺ τῷ λῃστῇ τὴν ἐκεῖ εἴσοδον ἐπαγγέλλῃ;

Ναὶ, φησίν. Ἐγὼ γὰρ καὶ τῶν χερουβίμ εἰμι δεσπότης, καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω· διὸ καὶ λέγει· Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἂν ἴδωσι τὸν Δεσπότην αἱ δυνάμεις ἐκεῖναι, εὐθέως παραχωροῦσι καὶ ὑπεξίστανται.

Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ᾽ ἑαυτοῦ εἰσκαθίσας, οὕτως εἰς τὴν πόλιν εἰσελαύνειν· ὁ δὲ φιλάνθρωπος Δεσπότης τοῦτο ἐποίησεν. Εἰς τὴν ἱερὰν γὰρ εἰσιὼν πατρίδα, τὸν λῃστὴν μεθ᾽ ἑαυτοῦ εἰσφέρει, οὐχὶ ἀτιμάζων τὸν παράδεισον, μὴ γένοιτο, τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ ταύτῃ μᾶλλον τιμῶν. Τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν Δεσπότην, οὕτω δυνατὸν καὶ φιλάνθρωπον, ὡς καὶ λῃστὴν δύνασθαι ποιῆσαι ἄξιον τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ. Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰς τὴν βασιλείαν ἐκάλει, οὐ καταισχύνων τὴν βασιλείαν τοῦτο ἐποίει, ἀλλὰ τιμῶν μάλιστα, καὶ δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς τῶν οὐρανῶν βασιλείας, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖ τιμῆς καὶ δωρεᾶς. Καθάπερ οὖν ἰατρὸν τότε θαυμάζομεν, ὅταν ἴδωμεν ὅτι ἀνθρώπους ἀνίατα νοσήματα ἔχοντας ἀπαλλάξας τῆς ἀῤῥωστίας, πρὸς καθαρὰν ὑγίειαν ἐπανήγαγεν· οὕτω καὶ τὸν Χριστὸν θαύμασον, ἀγαπητὲ, καὶ ἐκπλάγηθι, ὅτι λαβὼν ἀνίατα νοσήματα ψυχῆς ἔχοντας ἀνθρώπους, ἴσχυσε καὶ τῆς κακίας ἀπαλλάξαι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξίους ἀποφῆναι τοὺς πρὸς τὴν ἐσχάτην πονηρίαν ἐληλακότας. Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

Μεγάλη τιμὴ, πολὺ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἄφατος ἡ ὑπερβολὴ τῆς ἀγαθότητος· τοῦ γὰρ εἰς τὸν παράδεισον εἰσελθεῖν μείζων τιμὴ τὸ μετὰ τοῦ Δεσπότου εἰσελθεῖν. Τί γέγονεν, εἰπέ μοι; τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, ἵνα ἀθρόον παραδείσου ἄξιος φανῇ ἀπὸ τοῦ σταυροῦ;

Βούλει συντόμως εἴπω, καὶ δείξω τοῦ λῃστοῦ τὴν εὐγνωμοσύνην; Ὅτε Πέτρος ἠρνεῖτο κάτω ὁ τῶν μαθητῶν κορυφαῖος, τότε ἐκεῖνος ἄνω ἐπὶ τοῦ σταυροῦ τυγχάνων ὡμολόγησε. Καὶ τοῦτο οὐ τοῦ Πέτρου κατηγορῶν εἶπον, μὴ γένοιτο, ἀλλὰ τοῦ λῃστοῦ τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος, καὶ τὴν ὑπερβάλλουσαν φιλοσοφίαν. Ἐκεῖνος οὐκ ἤνεγκε κόρης ἀπειλὴν εὐτελοῦς· οὗτος δὲ ὁρῶν δῆμον ὁλόκληρον μεμηνότα καὶ περιεστῶτα καὶ βοῶντα καὶ μυρία εἰς τὸν ἐσταυρωμένον λοιδορούμενον, οὐκ εἶδε πρὸς τὴν ὕβριν τοῦ ἐσταυρωμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ καὶ τὰ κωλύματα κάτω ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν Δεσπότην, εἰπὼν τὰ βραχέα ἐκεῖνα ῥήματα καὶ τοῦ παραδείσου ἄξιον αὐτὸν ἀποφήναντα· Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Μὴ παραδράμωμεν ἁπλῶς τὸ εἰρημένον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν τὸν λῃστὴν, ὃν οὐκ ἐπῃσχύνθη ὁ Δεσπότης ὁ ἡμέτερος πρῶτον εἰς τὸν παράδεισον εἰσαγαγεῖν· μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον, πρὸ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τῷ παραδείσῳ. Καθ᾽ ἕκαστον τοίνυν τῶν ῥημάτων ἐξετάσωμεν, ἵνα μάθωμεν καὶ ἐντεῦθεν τοῦ σταυροῦ τὴν δύναμιν.

Οὐδὲ γὰρ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς Πέτρον καὶ Ἀνδρέαν· Δεῦτε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα μαθητὰς, ὅτι Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅλως δὲ οὐδὲ ῥήματος αὐτὸν ἠξίωσεν.

Οὐδὲ θαύματα εἶδεν, οὐ νεκρὸν ἀνιστάμενον, οὐ δαίμονας ἐλαυνομένους, οὐ θάλατταν εἴκουσαν αὐτοῦ τῷ ἐπιτάγματι, οὐ περὶ βασιλείας αὐτῷ διελέχθη· πόθεν δὲ ᾔδει καὶ τῆς βασιλείας τὸ ὄνομα; Ἴδωμεν αὐτοῦ τὴν σύνεσιν τὴν πολλήν. Ἐλοιδόρει αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής· καὶ γὰρ ἕτερος ἦν λῃστὴς συνεσταυρωμένος, ἵνα πληρωθῇ τὸ παρὰ τοῦ προφήτου εἰρημένον, ὅτι Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ ἀγνώμονες Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ διὰ πάντων ἡ ἀλήθεια ηὔξανε, καὶ δι᾽ αὐτῶν τῶν κωλυμάτων λαμπροτέρα ἐγίνετο. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἕτερος λῃστής· εἷς δέ τις τῶν εὐαγγελιστῶν φησιν, ὅτι ἀμφότεροι ἐλοιδόρουν τὸν Ἰησοῦν· καὶ τοῦτο δὲ ἀληθὲς, ὃ καὶ μάλιστα ἐπιτείνει τούτου τὴν εὐγνωμοσύνην. Εἰκὸς γὰρ αὐτὸν λοιδορῆσαι μὲν παρὰ τὴν ἀρχὴν, ἀθρόον δὲ τοσαύτην τὴν μεταβολὴν ἐπιδείξασθαι. Ἐλοιδόρει τοίνυν αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής. Εἶδες λῃστὴν καὶ λῃστήν; ἀμφότεροι ἐν τῷ σταυρῷ, ἀμφότεροι ἀπὸ πονηρίας, ἀμφότεροι ἀπὸ βίου λῃστικοῦ, ἀλλ᾽ οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς· ἀλλ᾽ ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν παρεπέμπετο. Οὕτω καὶ χθὲς, μαθητὴς καὶ μαθηταί· ἀλλ᾽ ὁ μὲν πρὸς προδοσίαν παρεσκευάζετο, οἱ δὲ πρὸς διακονίαν εὐτρεπίζοντο· καὶ ἐκεῖνος μὲν ἔλεγε τοῖς Φαρισαίοις· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν;

οὗτοι δὲ προσῆλθον τῷ Ἰησοῦ λέγοντες· Ποῦ θέλεις ἑτοιμάζωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὕτω καὶ ἐνταῦθα, λῃστὴς καὶ λῃστής· ἀλλ᾽ ὁ μὲν ἐλοιδορεῖτο, ὁ δὲ ἐπιστομίζει· ὁ μὲν βλασφημεῖ, ὁ δὲ ἐγκαλεῖ, καὶ ταῦτα ὁρῶν ἐσταυρωμένον αὐτὸν, κατακεκριμένον, τὸν δῆμον κάτωθεν λοιδορούμενον, ἐπιβοῶντα μεγάλα· ἀλλ᾽ ὅμως οὐδὲν τούτων αὐτὸν παρέτρεψεν, οὐδὲ τῆς προσηκούσης δόξης ἀπήγαγεν, ἀλλὰ καὶ τῷ ἑτέρῳ λῃστῇ σφοδρῶς ἐπιτίθεται, καί φησι πρὸς αὐτόν· Οὐδὲ φοβῇ τὸν Θεὸν σύ;

γʹ. Εἶδες παῤῥησίαν λῃστοῦ; εἶδες πῶς οὐδὲ ἐν σταυρῷ τῆς οἰκείας τέχνης ἐπιλανθάνεται, ἀλλὰ διὰ τῆς ὁμολογίας αὐτῆς λῃστεύει τὴν βασιλείαν; Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, φησίν; Εἶδες παῤῥησίαν ἐν σταυρῷ; εἶδες φιλοσοφίαν, εἶδες εὐλάβειαν; Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι τὰς φρένας ὅλως εἶχε τοῖς ἥλοις ἐμπεπαρμένος, καὶ τὰς ἐκ τῶν ἥλων ὀδύνας ὑπομένων τὰς ἀφορήτους, οὐχὶ θαυμάζεσθαι ἄξιος τοῦ γενναίου φρονήματος ἕνεκα; Ἐγὼ μὲν οὐ θαυμάζεσθαι μόνον ἄξιον, ἀλλὰ καὶ μακαρίζεσθαι αὐτὸν δικαίως ἂν εἴποιμι. Καὶ γὰρ οὐ μόνον οὐκ ἐπεστρέφετο πρὸς τὰς ἀλγηδόνας, ἀλλ᾽ ἀφεὶς τὰ καθ᾽ ἑαυτὸν, τὰ ἑτέρου ἐφρόντιζε, καὶ ὅπως ἐκεῖνον ἐξαρπάσῃ τῆς πλάνης, καὶ διδάσκαλος γένηται ἐν σταυρῷ, ἐσπούδαζεν. Οὐδὲ φοβῇ τὸν Θεὸν, φησὶ, σύ; Μονονουχὶ λέγει πρὸς αὐτόν· Μὴ τῷ κάτω δικαστηρίῳ πρόσεχε, μὴ ἀπὸ τῶν ὁρωμένων ψηφίζου, μὴ τὰ γινόμενα μόνον ὅρα· ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἀδέκαστόν ἐστιν ἐκεῖνο τὸ δικαστήριον, παραλογισθῆναι μὴ δυνάμενον. Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω· ἀλλὰ τὰ ἄνω οὐ τοιαῦτα. Ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ ἀνεύθυνοι πολλάκις καταδικάζονται, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ δίκαιοι κατακρίνονται, καὶ ἄδικοι διαφεύγουσι.

Τὰ μὲν γὰρ ἑκόντες τῶν κρινομένων, τὰ δὲ ἄκοντες διαφθείρουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων· ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατηθέντες, ἢ ἰδόντες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες προέδωκαν τὴν ἀλήθειαν, καὶ κατεψηφίσαντο τῶν ἀνευθύνων. Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὁ Θεὸς γὰρ κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται· οὐκ ἔχει σκότος, οὐκ ἔχει ἀποκρυβὴν, οὐδεμίαν δέχεται παρατροπήν. Ἵνα γὰρ μὴ λέγῃ ἐκεῖνος, ὅτι κατεδικάσθη κάτω, τί αὐτῷ συνηγορεῖς; ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ ἄνω δικαστήριον, ἐπὶ τὸ βῆμα τὸ φοβερὸν, ἐπὶ τὸ κριτήριον τὸ ἀδέκαστον, ἐπὶ τὸν ἀπαραλόγιστον δικαστὴν, ἀνέμνησεν αὐτὸν ἐκείνου τοῦ φοβεροῦ κριτηρίου. Ἐκεῖ βλέπε, φησὶ, καὶ οὐκ οἴσεις τὴν καταδικάζουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω ἀνθρώπων, ἀλλὰ θαυμάσεις, καὶ ἀποδέξῃ τὴν ἄνωθεν κρίσιν. Οὐδὲ φοβῇ, φησὶ, τὸν Θεὸν σύ;

Εἶδες φιλοσοφίαν λῃστοῦ, εἶδες σύνεσιν, εἶδες διδασκαλίαν; ἀθρόον ἀπὸ τοῦ σταυροῦ πρὸς τὸν οὐρανὸν ἀνέπτη. Καὶ ὅρα αὐτὸν ἀποστολικὸν νόμον ἤδη πληροῦντα, καὶ οὐ τὰ ἑαυτοῦ μόνον σκοποῦντα, ἀλλὰ πάντα ποιοῦντα καὶ πραγματευόμενον, ὥστε καὶ ἐκεῖνον τῆς πλάνης ἀπαλλάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν. Εἰπὼν γὰρ, Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ἐπήγαγεν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Σκόπει ἐξομολόγησιν ἀπηρτισμένην. Τί ἐστιν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Ἐν τῇ αὐτῇ, φησὶ, κολάσει· καὶ ἡμεῖς γὰρ ἐν σταυρῷ ἐσμεν. Ἐκεῖνον τοίνυν ὀνειδίζων, σαυτὸν πρὸ ἐκείνου βάλλεις ταῖς λοιδορίαις.

Ὥσπερ οὖν ὁ ἐν ἁμαρτήμασιν ὢν, καὶ ἕτερον καταδικάζων, ἑαυτὸν πρὸ ἐκείνου καταδικάζει· οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν, καὶ ὀνειδίζων ἑτέρου συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει. Ἐν τῷ αὐτῷ κρίματι, φησὶν, ἐσμέν. Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Τί ποιεῖς, ὦ λῃστά; κοινωνὸν ὑμῶν αὐτὸν ποιεῖς λέγων, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Οὐχὶ, φησίν· ἐπάγω τὴν διόρθωσιν διὰ τῶν ἑξῆς· Καὶ ἡμεῖς μὲν, φησὶ, δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν.

Ἵνα γὰρ μὴ ἀκούσας ὅτι εἶπεν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, νομίσῃς ὅτι κοινωνὸν αὐτὸν τῆς ἁμαρτίας ἐποίησε, διὰ τοῦτο ἐπήγαγε τὴν διόρθωσιν, καί φησιν· Ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν. Εἶδες ἐξομολόγησιν τελείαν ἐν σταυρῷ; εἶδες πῶς ἀπενίψατο διὰ τῶν ῥημάτων τὰ ἁμαρτήματα; εἶδες πῶς ἐπλήρωσεν ἐκεῖνο τὸ προφητικὸν παράγγελμα· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς; Οὐδεὶς αὐτὸν ἠνάγκασεν, οὐδεὶς κατηγόρησεν, οὐδεὶς ἐπέθετο· αὐτὸς ἑαυτοῦ κατήγορος γίνεται· διὰ τοῦτο οὐδένα λοιπὸν εἶχεν ἕτερον κατήγορον. Προλαβὼν γὰρ ἥρπασε τὴν τάξιν τοῦ κατηγόρου, καὶ ἑαυτὸν ἐστηλίτευσε λέγων· Ἡμεῖς δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Εἶδες εὐλάβειαν ἐπιτεταμένην; Ὅτε δὴ κατηγόρησεν ἑαυτοῦ, ὅτε ἐξεπόμπευσε τὰ καθ᾽ ἑαυτὸν, ὅτε ἀπελογήσατο ὑπὲρ τοῦ Δεσπότου εἰπὼν, ὅτι Ἡμεῖς μὲν δικαίως, οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε· τότε καὶ τὴν ἱκεσίαν προσαγαγεῖν ἐθάῤῥησε, λέγων· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἐκάθηρεν ἑαυτὸν τοῦ ῥύπου τῶν ἁμαρτημάτων, ἕως ὅτε καταδικάσας ἑαυτὸν ἀνεύθυνον εἰργάσατο, ἕως ὅτε διὰ τῆς κατηγορίας ἀπέθετο τὰ πλημμελήματα.

Ὁρᾷς πόσον ἰσχύει ἐξομολόγησις καὶ ἐν αὐτῷ τῷ σταυρῷ; Ταῦτα ἀκούων, ἀγαπητὲ, μηδέποτε ἀπογνῷς σαυτοῦ, ἀλλ᾽ ἐννοῶν τὸ ἄφατον μέγεθος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπείγου πρὸς τὴν τῶν ἡμαρτημένων διόρθωσιν. Εἰ γὰρ ἐν σταυρῷ ὄντα τὸν λῃστὴν τοσαύτης ἠξίωσε τῆς φιλοτιμίας, πολλῷ μᾶλλον ἡμᾶς τῆς οἰκείας ἀξιώσει φιλανθρωπίας, εἰ βουληθείημεν τῶν πεπλημμελημένων τὴν ἐξομολόγησιν ποιήσασθαι.

Ἵνα τοίνυν καὶ ἡμεῖς τῆς παρ᾽ αὐτοῦ φιλανθρωπίας ἀπολαύσωμεν, ἐξομολογεῖσθαι τὰ ἑαυτῶν ἁμαρτήματα μὴ ἐπαισχυνώμεθα· μεγάλη γὰρ τῆς ἐξομολογήσεως ἡ ἰσχὺς, καὶ πολλὴ ταύτης ἡ δύναμις. Ἰδοὺ γὰρ καὶ οὗτος ἐξωμολογήσατο, καὶ τὸν παράδεισον εὗρεν ἀνεῳγμένον· ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβεν, ὁ ἐν λῃστείᾳ ὢν, βασιλείαν αἰτῆσαι. Μέχρις ἐκείνου τοῦ καιροῦ τὴν βασιλείαν τῶν οὐρανῶν οὐκ ᾔτησε. Πόθεν, εἰπέ μοι, βασιλείας, ὦ λῃστὰ, μέμνησαι; τί γὰρ εἶδες τοιοῦτον νῦν; Ἧλοι καὶ σταυρὸς τὰ ὁρώμενα, καὶ κατηγορία καὶ σκώμματα καὶ λοιδορίαι. Ναὶ, φησίν· αὐτὸς γὰρ ὁ σταυρὸς βασιλείας εἶναί μοι δοκεῖ σύμβολον.

Διὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον· βασιλέως γάρ ἐστιν ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν. Αὐτὸς εἶπεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων. Ἐπεὶ οὖν τὴν ψυχὴν αὐτοῦ τέθεικε, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ.