Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν σταυρὸν καὶ τὸν λῃστήν

Ἰωάννης ὁ Χρυσόστομος

Η μαρτυρία της φύσεως και η απιστία των Ιουδαίων

Περιγραφή της αντιδράσεως της κτίσεως στο Πάθος του Χριστού και αντιπαραβολή της με την πνευματική τύφλωση των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Σήμερον παρὰ Ἰουδαίοις γῆ ἐσαλεύσατο, παρ᾽ ἡμῖν δὲ ἡ οἰκουμένη στηρίζεται, σήμερον ἡ θεομάχος τόλμα τῶν Ἰουδαίων πέτρας ἔσχισεν, σήμερον ἡ φιλόθεος εὐσέβεια τὴν οἰκουμένην ἥνωσεν. Ἔπρεπεν γὰρ τὰ μὲν τῆς εὐσεβείας συναφθῆναι, τὰ δὲ τῆς ἀσεβείας σχισθῆναι, καθὼς ὁ Δαβὶδ λέγει· “Διεσχίσθησαν καὶ οὐ κατηνύγησαν„. Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης σκότος εἰργάσατο· οὐ γὰρ ἤνεγκεν τὸ ποίημα τὴν ὕβριν τοῦ ποιήσαντος. Συνέστειλε γὰρ τὰς ἀκτῖνας ἵνα ἐπόπτης μὴ γένηται τοῦ θεομάχου μίσους, οὐκ ἐπειδὴ τῆς θεότητος ὕβρις ἥπτετο, ἀλλ᾽ ἐπειδὴ παρὰ τῶν τολμησάντων τὸ γινόμενον εἰς ὕβριν ἐγίνετο.

Σήμερον παρὰ Ἰουδαίοις ὁ ἥλιος τὴν ἀκτῖνα μετεποίησεν· σήμερον ἡ χάρις παρ᾽ ἡμῖν τὴν νύκτα εἰς ἡμέραν ποιεῖ. Φίλον γὰρ τῇ εὐσεβείᾳ καὶ ἐν σκότει φῶς ἀπολαύειν, τῇ δὲ ἀσεβείᾳ καὶ ἐν φωτὶ σκότους ἀναπληροῦσθαι.

Τοῖς πιστοῖς καὶ ἡ νὺξ εἰς ἡμέραν λογίζεται, τοῖς δὲ ἀπίστοις καὶ ἡ ἡμέρα μεταποιεῖται εἰς νύκτα. Διὰ τοῦτο περὶ μὲν τῶν πιστῶν ἡ γραφὴ διαλεγομένη φησί· “Καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, ὅτι τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται„. Τῷ οὖν πιστῷ καὶ ἡ νὺξ εἰς ἡμέραν μεταβάλλεται, τῷ δὲ ἀπίστῳ καὶ ἡ ἡμέρα εἰς νύκτα μετατίθεται, καθὼς βοᾷ ὁ προφήτης λέγων· “Ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ περιπατήσουσιν ἐν ἡμέρᾳ ὡς ἐν μεσονυκτίῳ„.