Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Τα ευαγγελικά θαύματα και η προσωπική ικεσία προς τον Κύριο

Απαρίθμηση παραδειγμάτων από την Καινή Διαθήκη όπου εκδηλώνεται η ευσπλαχνία του Χριστού, και παραλληλισμός με την προσωπική αναζήτηση του θείου ελέους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ἥψατό σου πόρνη, καὶ τὸν ῥύπον τῶν κακῶν ἀπενίψατο· ἔχρησας πιστῷ γυναίῳ τὸ κράσπεδον, καὶ λίμνας αἱμάτων ἐξήρανας· ἐπλησίασας παραλύτῳ κειμένῳ, καὶ τῆς κλίνης ἐργάτην ἀνέδειξας· εἶδες παράγων τυφλὸν, καὶ τῇ ὄψει ἀπέδωκας τὴν εὐπρέπειαν· ἐχρίσω μὲν γὰρ τὸ λεῖπον τοῦ σώματος, πηλῷ τὸ ἐκ τοῦ πηλοῦ διορθωσάμενος σκεῦος· ἤνοιξας δὲ τῷ φωτὶ τὴν εἴσοδον, δείξας τῷ ἀνθρώπῳ τὸ τῆς κτίσεως κάλλος· εἶδες δακρύουσαν γυναῖκα, καὶ πρὸ καιροῦ τῆς ἀναστάσεως τὸν ᾅδην μαστίξας, ἐξήγαγες ἐκεῖθεν τὸν Λάζαρον, ὥσπερ ἐκ στόματος λέοντος ἁρπάσας τοῦ θανάτου τὸν ἄνθρωπον. Ἐλεεινῶς σοι προσπίπτοντα θεασάμενος ἄνδρα τῷ τῆς ἀπαιδίας ναυαγίῳ δεινῶς βυθιζόμενον, ἐπεκάμφθης εὐθὺς ταῖς ἱκεσίαις, καὶ κέκληκας τὸ κοράσιον· σοῦ δὲ φωνήσαντος ἀνέστη μὲν ἡ κόρη, ὁ δὲ θάνατος πέφευγεν.

Ἐβόησε πρὸς σὲ καὶ Χαναναία γυνὴ τὸ οἰκεῖον θυγάτριον βλέπουσα ὑπὸ δαίμονος σπαραττόμενον, καὶ βοήσασα τὸ, Ἐλέησον, τῶν ἐλπίδων οὐκ ἀπέτυχε· τὴν γὰρ πίστιν αὐτῆς ἀποδεξάμενος, τοῦ προβάτου τὸν λύκον ἐδίωξας, καὶ τὸν λυσσώδη ἀπήλασας ἔνοικον· τῷ κορασίῳ χαρισάμενος νῆψιν, τῆς μητρὸς τὸν θρῆνον κατέπαυσας.

Μικροῖς ἄρτοις πλῆθος ἐν ἐρήμῳ διέθρεψας. Λιμώττω κἀγὼ δικαιοσύνης λιμὸν, μικρὸν τῆς σῆς φιλανθρωπίας ψυχίον ἐπιζητῶ· ὡς ἕνα κἀμὲ τῶν μνημονευθέντων ἐλέησον. Κατέστιγμαι τὴν ψυχὴν, ὡς πρὸ τῆς μετανοίας ἡ πόρνη· βδελυκτός εἰμι πᾶσιν, ὡς πρὸ τῆς θεραπείας ἡ αἱμόῤῥους νομιζομένη ἀκάθαρτος· παρειμένος εἰμὶ τὴν ψυχὴν, τοῦ σώματος τοῦ παραλύτου μειζόνως· πεπήρωμαι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καθὼς ὁ ἐκ γενετῆς τυφλὸς τοῦ σώματος· νενέκρωμαι τοῖς παραπτώμασι, συγκεκλεισμένην ἔχων ἐν σώματι τὴν ψυχὴν, καθὼς ἔσχεν ὁ τάφος τὸν Λάζαρον· τὰ πάντων σχεδὸν ἐπιφέρομαι δεινά. Ἀλλ᾽ ὁ πάντας ἐλεήσας, κἀμὲ προσπίπτοντα οἴκτειρον. Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Τί οὖν ὁ φιλάνθρωπος Δικαστὴς, ὁ φιλότιμος ἀγωνοθέτης τῶν τρεχόντων τὸν τῆς μετανοίας δρόμον; Καὶ τοῦ Φαρισαίου μεγαλαυχοῦντος ἠνείχετο, καὶ τοῦ τελώνου μετανοοῦντος ἐτέρπετο· ἐπειδὴ δὲ ὁ μὲν τοῖς ῥήμασιν ὥσπερ ἀνέμοις σφοδροῖς τῆς ψυχῆς τὸν καρπὸν ἀπετίναξεν, ὁ δὲ συντρίψας ἑαυτὸν, οὐκ ἐξεδέχετο ἄλλον κατήγορον, ἑκάστῳ τὸ πρὸς ἀξίαν ἀπένειμε. Τὸν μὲν γὰρ τελώνην ἑαυτοῦ γεγενημένον κατήγορον, ἐλεύθερον ἀφῆκε τῆς κατακρίσεως, τὸν δὲ Φαρισαῖον εἰς μέσον προθέντα τὰ κατορθώματα, πενέστερον τοῦ τελώνου ἀπέφηνεν. Ἀμφοτέροις ὁ τρόπος, τῷ μὲν ὑπόθεσις πενίας εἰς πλοῦτον, τῷ δὲ ἐκ πλούτου εἰς πτωχείαν ὀλίσθημα. Τί γάρ φησιν ὁ Δεσπότης;