Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον πλούτο των θείων Ευαγγελίων

Αναφορά στους πνευματικούς καρπούς των Γραφών και τα σωτήρια έργα του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος. αʹ. Οἱ πόῤῥωθεν τοὺς λειμῶνας θεασάμενοι, ποικίλην μὲν βλέπουσι τῶν ἀνθέων τὴν τερπνότητα· τότε δὲ αὐτῶν τὸ εὐειδὲς γινώσκουσιν, ὅταν πλησίον γενόμενοι, τὰ ἄνθη ταῖς χερσὶν αὐτῶν ψηλαφήσωσι. Τοιαύτην μοι νόει, ἀγαπητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα. Ἴδοι γὰρ ἄν τις ἐν τοῖς πνευματικοῖς παραδείσοις προφήτας χορεύοντας, ταξιαρχοῦντας ἀποστόλους, πρεσβεύοντας μάρτυρας, συμμαχοῦντας ἀγγέλους, διδασκάλους ἀγωνιζομένους τὸν τῆς εὐσεβείας ἀγῶνα, ἄφθονον τὴν τοῦ Πνεύματος χάριν, αἵματι Δεσποτικῷ λογικὰ σφραγιζόμενα ποίμνια, καὶ τὸ μεῖζον τῶν εἰρημένων, τὴν τῶν ἀγαθῶν κορυφὴν, τὴν τῶν ἐλπίδων βεβαίωσιν, τῆς τρυφῆς τὸ κεφάλαιον, τὴν τῆς χαρᾶς τελειότητα· λέγω δὴ τὰ τοῦ Χριστοῦ Εὐαγγέλια, ἐν οἷς ἀπόκειται τῆς ἡμετέρας ζωῆς ἡ τελείωσις.

Δεῦρο οὖν θεωρήσωμεν τὸν Δεσπότην Χριστὸν πᾶσαν ἀπόλαυσιν τοῖς ἑαυτοῦ χαριζόμενον δούλοις· ἐν οἷς βλέπομεν φυγαδευόμενα πάθη, ὑποφρίττουσαν θάλασσαν, ἀνέμους ἡσυχάζοντας, ἐπιτιμώμενον θάνατον, σκυλευόμενον ᾅδην, ἐξοριζομένους τοὺς δαίμονας, ἐπιστρέφοντας ἁμαρτωλοὺς πρὸς τὸν ἴδιον Δεσπότην. Ταῦτα γὰρ ὁ Χριστὸς ἐν τοῖς θείοις Εὐαγγελίοις προτέθεικε τὰ χαρίσματα, ἐν οἷς τοὺς δικαίους δείκνυσιν ὑπὲρ τὸν ἥλιον λάμποντας, μέλη παρειμένων νευρούμενα, κλινηφόρους παραλύτους τρέχοντας, τελώνας λαμβάνοντας εὐαγγελιστῶν ἀξιώματα, λέπραν ὡς κόνιν τινασσομένην θελήματι, πυρετὸν ὑποφεύγοντα τῇ φωνῇ τοῦ Δεσπότου, νεκροὺς ζωὴν εὐκόλως λαμβάνοντας, τάφους ἀπολύοντας πρὸς ζωὴν, οὓς ἐκράτουν, Φαρισαίου ταπεινούμενον ὕψος, τελώνου ὑψουμένην ταπείνωσιν. Τοῖς γὰρ τοσούτοις κορεσθεῖσι καλοῖς εὔκολος λοιπὸν καὶ ἡ διὰ τῶν ψιχίων δεξίωσις.