Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τετραήμερον Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Η αυτεξούσια θεία ενέργεια και ο σκοπός της προσευχής

Η προβολή της αυτεξούσιας δράσης του Υιού και η ανάλυση της ευχαριστήριας προσευχής του, η οποία λειτουργεί ως κατήχηση για τους απίστους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἔπλασεν ὁ Θεὸς ἐξ ἀρχῆς τὸν ἄνθρωπον· ἀμφοτέρων ἐγένετο τὸ πλάσμα· Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. Πάλιν ἠθέλησε τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσενεγκεῖν, καὶ εὐθέως λόγον εἶπε, καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, καὶ οὐκ ἐδεήθη προσευχῆς, καίτοι γε πάντας τοὺς μετὰ τὸν Ἀδὰμ κωλύσας ἦν ὁ Χριστὸς ἐξ ἐκείνης τῆς εἰσόδου· ἔθηκε γὰρ τὴν φλογίνην ῥομφαίαν φυλάττειν τὸν παράδεισον.

Ἀλλ᾽ αὐθεντίᾳ Χριστὸς τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε. Λῃστὴν, Δέσποτα, εἰσάγεις εἰς τὸν παράδεισον; Ὁ Πατὴρ ὁ σὸς διὰ μόνην ἁμαρτίαν τὸν Ἀδὰμ ἐξήγαγεν ἐκ τοῦ παραδείσου, καὶ σὺ τὸν λῃστὴν εἰσάγεις, τὸν μυρίοις κακοῖς καὶ μυρίαις παρανομίαις ὑπεύθυνον; καὶ ἁπλῶς οὕτω διὰ μίαν φωνὴν εἰς τὸν παράδεισον αὐτὸν εἰσάγεις; Ναί· οὔτε γὰρ ἐκεῖνο χωρὶς ἐμοῦ γέγονεν, οὔτε τοῦτο χωρὶς τοῦ Πατρός μου· ἀλλὰ καὶ τοῦτο ἐμὸν, κἀκεῖνο τοῦ Πατρός μου. Ἐγὼ γὰρ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.

γʹ. Καὶ ἵνα ἴδῃς, ὅτι οὐκ ἐγένετο προσευχῆς ἔργον τὸ ἀναστῆναι τὸν νεκρὸν, ἄκουσον τῆς προσευχῆς. Τί γάρ φησιν; Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου. Τί οὖν; τοῦτο προσευχῆς εἶδός ἐστι, τοῦτο τύπος ἱκεσίας; Εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ, φησὶν, ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Εἰ οὖν οἶδας, ὦ Κύριε, ὅτι πάντοτέ σου ἀκούει ὁ Πατὴρ, τί λοιπὸν περὶ ὧν οἶδας παρενοχλεῖς;

Ἐγὼ μὲν, φησὶν, οἶδα ὅτι πάντοτέ μου ἀκούει ὁ Πατὴρ, Ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα γνῶσι πάντες, ὅτι σύ με ἀπέστειλας. Μή τι διὰ τὸν νεκρὸν προσηύξατο; μὴ ἱκέτευσεν ἵνα ἀναστῇ ὁ Λάζαρος; μὴ εἶπε· Πάτερ, κέλευσον τὸν θάνατον ὑπακοῦσαι; μὴ εἶπε, Πάτερ, κέλευσον τῷ ᾅδῃ, μὴ τὰς πύλας ἀποκλείσῃ, ἀλλὰ προθύμως τὸν νεκρὸν ἀποδοῦναι; Ἀλλὰ διὰ τὸν περιεστῶτα τοῦτον ὄχλον εἶπον, φησὶν, ἵνα γνῶσι πάντες, ὅτι σύ με ἀπέστειλας.

Οὐκοῦν οὐκ ἔστι τὸ γινόμενον σημεῖον, ἀλλὰ κατήχησις τῶν παρόντων. Εἶδες πῶς οὐκ ἐγένετο ἡ προσευχὴ διὰ τὸν νεκρὸν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους, ἵνα γνῶσι, φησὶν, ὅτι σύ με ἀπέστειλας. Καὶ πῶς ἔχομεν γνῶναι, φησὶν, ὅτι αὐτός σε ἀπέστειλε; Πρόσεχε, παρακαλῶ, μετὰ πάσης ἀκριβείας. Ἰδοὺ, φησὶ, μετὰ τῆς ἐμῆς αὐθεντίας καλῶ τὸν νεκρόν· ἰδοὺ τῇ οἰκείᾳ ἐξουσίᾳ ἐπιτάττω τῷ θανάτῳ· καλῶ τὸν Πατέρα πατέρα· καλῶ καὶ τὸν Λάζαρον ἐκ τοῦ τάφου. Εἰ οὐκ ἔστι τὸ πρῶτον ἀληθὲς, μηδὲ τοῦτο γενέσθω· εἰ δὲ ἀληθῶς ὁ Πατὴρ πατὴρ, ὑπακουέτω καὶ ὁ νεκρὸς πρὸς διδασκαλίαν τῶν παρόντων. Τί γὰρ ὁ Χριστὸς ἔλεγε;