Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τίμιον σταυρόν

Ἰωάννης ὁ Χρυσόστομος

Το δημιουργικό έργο του Λόγου και η πτώση των πρωτοπλάστων

Ερμηνεία των ονομάτων του Χριστού, αναφορά στη δημιουργία του κόσμου και εξιστόρηση της απάτης του διαβόλου και της παρακοής στον Παράδεισο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ὅταν δὲ πιστεύσας βαπτισθῇς, τότε ἀκούσεις ἐνδεδυμένος. Καὶ ἄκουε Παύλου λέγοντος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Χριστὸν δὲ ὅταν ἀκούσῃς, μὴ τὸν Θεὸν λογίσῃ μόνον, μηδὲ τὴν ἔνσαρκον οἰκονομίαν μόνην, ἀλλὰ τὸ συναμφότερον.

Πολλάκις γὰρ εἶπον, καὶ νῦν λέγων οὐ παύσομαι· Ἐμοὶ μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· βούλομαι γὰρ πάντας διδασκάλους εἶναι. Χριστὸς οὖν εἴρηται, ἐπειδὴ σάρκα ἐνεδύσατο· Ἰησοῦς Χριστὸς εἴρηται, τὸ ὄνομα τῆς σαρκὸς αὐτοῦ· Λόγος εἴρηται, ἐπειδὴ ἔκ τινος Υἱός· Υἱὸς, ἐπειδὴ ἐκ Πατρός· Μονογενὴς, ἐπειδὴ μόνος ἐκ μόνου Θεοῦ· Θεὸς, ἐπειδὴ ποιητής. Καὶ ἄκουε Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν. Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ λόγῳ τὸν οὐρανὸν ἐκτείνας, καὶ τὸν ποικίλον χορὸν τῶν ἄστρων κοσμήσας, καὶ δείξας καθάπερ λειμῶνα τὸν οὐρανόν; Οὗτός ἐστιν ὁ τὸν ἥλιον ἀνάψας, καὶ τοὺς αὐτῷ τάξας δρόμους· οὗτός ἐστιν ὁ τὴν σελήνην ὁρίσας εἰς δυσμάς· οὗτός ἐστιν ὁ τὴν γῆν θεμελιώσας ἐπὶ τῶν ὑδάτων· οὗτός ἐστιν, ὁ τῇ γῇ ἐπιτάξας ἀνατεῖλαι βοτάνην χόρτου, καὶ ταῖς πηγαῖς βρύειν ὕδατα, καὶ ποταμοῖς ῥέειν, καὶ λίμναις συναχθῆναι· καὶ τῇ θαλάσσῃ ὅρια θεὶς διὰ ψάμμου, καὶ τοῖς ὕδασιν ἐπιτάξας ἐκβαλεῖν ψυχὰς ζώσας, καὶ τοῖς ἀνέμοις πνέειν, καὶ τὰ ὄρη σταθμήσας ζυγῷ, νεφέλαις κινεῖσθαι, κτήνεσι, τετράποσιν, ἑρπετοῖς, πετεινοῖς διατρέχειν ἐπὶ τῆς γῆς.

Τί δὲ λέγω ἀγγέλους, ἀρχαγγέλους, θρόνους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, Ἀρχὰς, Ἐξουσίας, τάξεις, χρόνους, καὶ ἐνιαυτοὺς, καὶ μῆνας, καὶ ἑβδομάδας, καὶ ἡμέρας, καὶ ὥρας, καὶ νύκτας, καὶ φῶς, καὶ σκότος, καὶ τὰς τῶν πραγμάτων οὐσίας; Ἔσχατον δὲ ποιήσας τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἑαυτοῦ, ἐν τῷ παραδείσῳ ἔθετο αὐτόν. Ἰδὼν δὲ τὸ ἀνθρώπινον γένος νικώμενον ὑπὸ τῆς τοῦ διαβόλου κακίας, ἐβουλήθη τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἐνδύσασθαι, καὶ προσηλῶσαι αὐτὴν ἐν τῷ ξύλῳ, ἵν᾽, ὥσπερ διὰ τοῦ ξύλου ἡ παράβασις, οὕτω πάλιν διὰ τοῦ ξύλου ἡ σωτηρία. Ζηλώσας οὖν ὁ διάβολος ὅτι αὐτὸς μὲν ἐκ τοῦ οὐρανοῦ ἐῤῥίφη, ὁ δὲ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἦν, καθάπερ ὅπλῳ χρησάμενος τῷ ὄφει ἐνήργησεν εἰς αὐτόν· καὶ οὕτω προδιελέχθη αὐτοῖς οὖσιν ἐν τῷ παραδείσῳ· ἀσώματος γὰρ σωματικοῖς διαλεχθῆναι οὐκ ἠδύνατο· καί φησι πρὸς τὴν Εὔαν, ὅτι Καλὸν τὸ ξύλον τοῦτο καὶ ὡραῖον εἰς βρῶσιν· καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾽ αὐτοῦ, ἔσεσθε ὡς θεοὶ πάντα γινώσκοντες. Πείσας οὖν τὴν Εὔαν, ἠπάτησεν· εἶτα ἐκείνη συνέπεισε τὸν ἑαυτῆς ἄνδρα, καὶ ἔφαγον ἀπὸ τοῦ ξύλου. Φαγόντων δὲ αὐτῶν ὤφθησαν γυμνοί· καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· Ποῦ εἶ; Ὅταν ἀκούσῃς, Ποῦ εἶ, μὴ ἄγνοιαν λογίσῃ.

τῷ Θεῷ· ἔλεγε δὲ, Ποῦ εἶ, ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διάβολος, ὅτι Ἐν ᾗ ἡμέρᾳ φάγητε, ἔσεσθε ὡς θεοί· ὡς ὑπολαμβανόντων αὐτῶν, ὅτι μέλλουσι γενέσθαι ὡς θεοὶ, διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς αὐτῷ· Ἀδὰμ, ποῦ εἶ; ἀνθ᾽ ὧν, ὅτι ἔφαγες καὶ ἔμεινας ἄνθρωπος· οὐ παρήγγειλά σοι ἐκ τοῦ ξύλου τούτου μὴ φαγεῖν; ἔφαγες δὲ, καὶ παρέβης· τοῦτό ἐστι τὸ, Ποῦ εἶ; Φύλλα δὲ συκῆς ἦσαν περιβεβλημένοι, σκέποντες τὸ εἶδος τῆς ἁμαρτίας. Καὶ τί φησιν ὁ Ἀδάμ; Ἤκουσά σου τῆς φωνῆς περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐκρύβην. Καί φησι· Τί τοῦτο ἐποίησας; Καί φησι πρὸς τὸν Θεόν· Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη με ἠπάτησεν. Εἶτα πρὸς τὴν Εὔαν, Τίς σέ; Καὶ τί φησιν ἐκείνη; Ὁ ὄφις ἠπάτησέ με. Ὦ Εὔα, ἔστω, σὲ τῷ ἀνδρί σου ἔδωκα, μὴ καὶ τῷ ὄφει σε ἔδωκα; Ταῦτα δὲ προεφασίζοντο, ὡς βουλόμενοι ἑαυτοὺς ὑπεξαιρεῖν τῆς τιμωρίας. Καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου.

Εἶτα πρὸς τὴν γυναῖκα· Ἐν λύπαις τέξῃ τέκνα, καὶ πληθύνων πληθυνῶ τὰς λύπας σου· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Εἶτα πρὸς τὸν ὄφιν· Ἐν τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὁ ἄνθρωπος σοῦ κυριεύσει· αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ αὐτοῦ πτέρναν. Διὰ τί δὲ τῷ ὄφει ἐπικατηράσατο ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύεσθαι, καὶ γῆν τρώγειν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ; Τὸ στῆθος κατηράσατο, ἐπειδὴ ἐν αὐτῷ ἐγκάθηται ἡ καρδία ἡ ἐνθυμηθεῖσα τὸ κακόν· τὴν κοιλίαν, ἐπειδὴ διὰ βρώσεως ἠπάτησε· γῆν δὲ ἐκέλευσε φαγεῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἐπειδὴ ὁ Ἀδὰμ ἐκ γῆς χοϊκὸς ἦν.