Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τίμιον σταυρόν

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο του Τιμίου Σταυρού και προτροπή στη νηστεία

Ύμνος προς τον σταυρό για τις σωτηριώδεις δωρεές του και πρόσκληση για τη φαιδρή υποδοχή της περιόδου της νηστείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν τίμιον σταυρόν. αʹ. Σταυροῦ πρόκειται σήμερον ἑορτὴ, χορὸς ἀγγέλων σκιρτάτω· σταυροῦ θέατρον ἔρχεται, δῆμος βροτῶν προσκυνείτω· σταυροῦ τὸ θεῖον ὑψοῦται κράτος, πλῆθος δαιμόνων φυγαδευέσθω. Ἀλλ᾽, ὦ θεῖε σταυρὲ, τὸ τῶν ἀγγέλων ἄῤῥητον θέαμα, τὸ τῶν βροτῶν καύχημα, τὸ σκῆπτρον τὸ βασιλικόν! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι, χαρμόσυνά τε καὶ νικητήρια τῆς ἡμῶν γε φέροντι σωτηρίας· διὰ σοῦ πύλαι παραδείσου κλεισθεῖσαι πάλιν ἀνοίγονται, διὰ σοῦ τέθραυσται τὸ κράτος τοῦ θανάτου, διὰ σοῦ ᾅδης ἐσκύλευται, διὰ σοῦ οἱ νεκρωθέντες ζωῆς κατηξίωνται, διὰ σοῦ ὁ λῃστὴς ἐν παραδείσῳ χορεύει καὶ ἀγάλλεται, διὰ σοῦ συνῆπται τὰ οὐράνια τοῖς ἐπιγείοις· διὰ σοῦ ἐπίγνωσις ἀληθείας, διὰ σοῦ βάπτισμα ἀναγεννήσεως δεδώρηται, διὰ σοῦ ἄφεσις ἁμαρτιῶν κεχάρισται τοῖς ἀνθρώποις, διὰ σοῦ ἐσφράγισται ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος, διὰ σοῦ Ἐκκλησίαι σημειούμεναι, οἶκοι Θεοῦ χρηματίζουσι· διὰ σοῦ σώματος καὶ αἵματος Χριστοῦ ἀπολαύομεν, διὰ σοῦ υἱοὶ Θεοῦ καὶ κληρονόμοι βασιλείας οὐρανῶν γενέσθαι καταξιούμεθα, διὰ σοῦ πανηγύρεις καὶ ἑορταὶ καταφαιδρύνονται καὶ καταλάμπονται.

Καὶ ποία ἂν γλῶσσα διεξελθεῖν ἰσχύσειεν, ὅσα καὶ οἷα διὰ σοῦ Χριστὸς ὁ Θεὸς ἐδωρήσατο τῷ γένει τῶν ἀνθρώπων; Ἐπεὶ δὲ ταῦτα, πληθὺς ἡγιασμένη καὶ φιλέορτος, διὰ τοῦ λόγου ἐπέγνωμεν, λευκαῖς δὲ καρδίαις καὶ καθαροῖς στόμασι περιπτυξώμεθα τὸ σεβάσμιον καὶ ζωοποιὸν ξύλον, ἐν ᾧ προσεπάγη Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ παλάμαι θεῖαι ἥλοις συνεπάρησαν, ἐν ᾧ τὴν λόγχην διὰ τῆς πλευρᾶς διήλασαν οἱ Κυριοκτόνοι, καὶ τὴν γεῦσιν τοῦ ὄξους χολῇ μεμιγμένην προσεπότισαν· παριόντες δὲ καὶ παραπορευόμενοι, ἐκίνουν τὰς κεφαλὰς, χλευάζοντες καὶ λέγοντες, Οὐαί! Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύομεν αὐτῷ. Ταῦτα ἡ τῶν Ἑβραίων ὁμήγυρις ἡ ἀγνώμων καὶ πεπωρωμένη, ἡ τῶν θείων τεραστίων ἀπολαύσασα τῆς εὐεργεσίας· ἡμεῖς δὲ πιστῶς προσκυνήσωμεν τὰ ζωοποιὰ τοῦ Χριστοῦ πάθη, τὴν σταύρωσιν, τὴν ταφὴν, τὴν ἐκ τῶν νεκρῶν τριήμερον ἔγερσιν· ἵνα καὶ συναναστῶμεν, καὶ συνδοξασθῶμεν, εἴπερ συμπάσχομεν, καθὼς τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος ὁ θεῖος προηγόρευσεν. Ἐν τούτοις καὶ πρὸς τούτοις συγκαλεῖται γοῦν σήμερον ἡμᾶς ὁ ἑορταζόμενος πανάγιος σταυρὸς, καὶ ταῦτα τὰ ἄφθαρτα καὶ ἀείζωα ἐδέσματα πᾶσιν ὁμοίως ἐπιτρέπει, τοῖς οἴκοις, ταῖς ἀγοραῖς, ταῖς νυξὶ, ταῖς ἡμέραις, ταῖς πόλεσι, ταῖς ἐρήμοις.

Τὴν τοίνυν διὰ τοσούτων ἡμῖν τὸ παρ᾽ ἑαυτῆς καλὸν χαριζομένην φαιδρῶς ὑποδεξώμεθα κατὰ τὸν Κυρίου λόγον, μὴ σκυθρωπάζοντες ὡς ὑποκριταὶ, ἀλλὰ τὸ ἱλαρὸν τῆς ψυχῆς ἀνεπιτηδεύτως διαδεικνύντες.