Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τίμιον σταυρόν
Η αληθής νηστεία και ο έλεγχος της μέθης
Απόρριψη της πολυποσίας πριν από τη νηστεία και προσδιορισμός της ευάρεστης εγκράτειας ως αποχής από την αμαρτία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αληθής νηστεία και ο έλεγχος της μέθης
Απόρριψη της πολυποσίας πριν από τη νηστεία και προσδιορισμός της ευάρεστης εγκράτειας ως αποχής από την αμαρτία.
Καὶ οὐ τοσούτου μοι δεῖν ἀγῶνος ἡγεῖσθε τὴν περὶ νηστείας παράκλησιν, ὅσου τὸ μὴ σήμερον τοῖς κακοῖς τῆς μέθης περιπεσεῖν· τὴν μὲν γὰρ νηστείαν, καὶ διὰ τὴν συνήθειαν, καὶ διὰ τὴν πρὸς ἀλλήλους αἰδῶ οἱ πολλοὶ καταδέχονται· φοβοῦμαι δὲ τὴν μέθην, ἣν ὥσπερ τινὰ κλῆρον πατρῷον οἱ φίλοινοι ἰδιάζουσιν. Ὡς γὰρ οἱ πρὸς τὰς μακρὰς ἀποδημίας ἀπαίροντες, οὕτω τινὲς τῶν ἀνοήτων σήμερον πρὸς τὰς πέντε τῶν νηστειῶν ἡμέρας οἰνίζονται. Τίς οὕτως ἀνόητος, ὥστε πρὶν ἄρξασθαι πίνειν, τὰ τῶν μεθυόντων παραφρονεῖν; οὐκ οἶδας, ὅτι γαστὴρ παρακαταθήκην οὐ διασώζει; Γαστὴρ ἀλλάκτης ἐστὶν ἀπιστότατος, ταμιεῖον ἀφύλακτον πολλῶν ἐναποτεθέντων, τὴν μὲν βλάβην παρακατέχουσα, τὰ μέντοι παρατεθέντα οὐ διασώζουσα. Ὅρα, μὴ καὶ σοὶ αὔριον ἀπὸ μέθης ἐλθόντι τὰ νῦν ἀναγνωσθέντα λεχθῇ· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος. Τί μιγνύεις τὰ ἄμικτα; τίς μετοχὴ νηστείας πρὸς μέθην; τίς κοινωνία τῆς οἰνοφλυγίας πρὸς τὴν ἐγκράτειαν; Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ναὸς μὲν γὰρ Θεοῦ εἰσιν, οἷς τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ· ναὸς δὲ εἰδώλων, οἱ διὰ τῆς μέθης τὸν συρφετὸν, τῆς ἀκολασίας κόρον ὑποδεχόμενοι. Ἡ σήμερον ἡμέρα προπύλαιόν ἐστι τῶν νηστειῶν· οὐ δήπου δὲ ὁ ἐν τοῖς προθύροις βεβηλωθεὶς ἄξιός ἐστιν εἰσελθεῖν εἰς τὰ ἅγια.
Οὐδεὶς οἰκέτης ἐξευμενίσασθαι θέλων τὸν ἑαυτοῦ δεσπότην, τῷ ἐχθρῷ αὐτοῦ προστάτῃ καὶ διαλλακτῇ κέχρηται. Μέθη ἔχθρα ἐστὶν εἰς Θεόν· νηστεία δὲ ἀρχὴ μετανοίας. Εἰ οὖν βούλει διὰ τῆς ἐξομολογήσεως ἐπανελθεῖν πρὸς τὸν Θεὸν, φεῦγε τὴν μέθην, μή σοι χαλεπωτέραν κατασκευάσῃ τὴν ἀλλοτρίωσιν.
Οὐ μέντοι ἐξαρκεῖ καθ᾽ ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὴν ἐπαινετὴν νηστείαν, ἀλλὰ νηστεύσωμεν νηστείαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ. Ἀληθὴς νηστεία ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχὴ, ἐπιθυμιῶν χωρισμὸς, καταλαλιᾶς, ψεύδους καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστὶν ἀληθής.
Ἐν τούτοις μὲν οὖν ἡ νηστεία καλόν. Κατατρυφήσωμεν δὲ τοῦ Κυρίου ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Πνεύματος, καὶ ἐν τῇ ἀναλήψει τῶν σωτηρίων νομίμων, καὶ ἐν πᾶσι τοῖς διορθωτικοῖς τῶν ψυχῶν ἡμῶν δόγμασιν. Ἀπὸ μέντοι τῆς ἐν τῷ κρυπτῷ νηστείας φυλαξώμεθα, περὶ ἧς καὶ ὁ προφήτης ἐπεύχεται λέγων· Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου· καὶ τὸ, Οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.
Οὐ γὰρ ἂν περὶ αἰσθητῶν ἄρτων εἶπεν, ὁ εἰδὼς τοὺς παῖδας τοῦ πατριάρχου Ἰακὼβ ἄρτων ἕνεκεν καταβάντας εἰς Αἴγυπτον, ἀλλὰ περὶ τῆς πνευματικῆς λέγει τροφῆς, καθ᾽ ἣν ὁ ἔσω ἄνθρωπος τελειοῦται. Μὴ ἔλθῃ καὶ ἐφ᾽ ἡμᾶς ἡ τοῖς Ἰουδαίοις ἀπειληθεῖσα νηστεία· Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου· ὃν διὰ τοῦτο ἐπήγαγεν ὁ δίκαιος κριτὴς, ἐπειδὴ ἑώρα αὐτῶν τὸν μὲν νοῦν ἐν τῇ ἀτροφίᾳ τῶν τῆς ἀληθείας διδαγμάτων λιμαγχονούμενον, ὑπερπιαινόμενον δὲ αὐτῶν καὶ κατασαρκούμενον τὸν ἕξω ἄνθρωπον. Πάσας τοίνυν τὰς ἐφεξῆς ἡμέρας ἑστιάσει ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἑωθιναῖς τε καὶ ἑσπεριναῖς εὐφροσύναις. Μηδεὶς ἑκουσίως ἀπολειπέσθω τῆς πνευματικῆς εὐωχίας, πάντες μετάσχωμεν τοῦ νηφαλίου τῶν πεμμάτων ἐπιτηδεύων. Ἡσυχασάτω ποτὲ καὶ ὁ οἶκος ἀπὸ τῶν μυρίων θορύβων, καὶ τοῦ καπνοῦ καὶ τῆς κνίσης, καὶ τῶν ἄνω καὶ κάτω διατρεχόντων, καὶ οἱονεὶ ἀπαραιτήτῳ δεσποίνῃ τῇ γαστρὶ λειτουργούντων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.