Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτείχιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτηρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συνοικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ᾽ ἐχθρῶν πεπαῤῥησιασμένη, κατήγορος κατ᾽ αὐτῶν· καὶ ὡς ἀνδρὶ, τῷ Θεῷ καταβοῶσα, καὶ ἔκδικον ἑτοιμοτάτην ἔχουσα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκδίκησιν, σχίζουσα τοὺς οὐρανοὺς ταῖς πρὸς Θεὸν ἐπιτυχίαις, πεπικραμμένη καρδίᾳ· τύπτουσα τὸ στῆθος, ὥσπερ δήμιος, εἰ μὴ ταχὺ εὕροι τοῦ Θεοῦ τὴν βοήθειαν, εἰς ἐκδίκησιν τῶν ἐπιβαινόντων αὐτῇ εἰς ἀδικίαν. Καὶ ἡ ἄτεκνος, ἐπὶ γῆς πενιχρὰ, ἀπροστάτευτος, κινεῖ τὸν Θεὸν σὺν πάσαις αὐτοῦ ταῖς ἐπουρανίαις Δυνάμεσιν, εἰς ὀργὴν καὶ ἀγανάκτησιν τῶν οὐ θελόντων πείθεσθαι, κριτὴν εἶναι τὸν Θεὸν χηρῶν καὶ ὀρφανῶν. Εἰ δὲ συμβῇ αὐτῇ παῖδα προσεῖναι, μικρόν πως τέρπεται τῇ ἡλικίᾳ, καὶ κλέπτεται τῇ προσδοκίᾳ, νευροῦται τῇ καρποφορίᾳ. Βλέπει τὸν κλάδον, καὶ τὴν ῥίζαν ἀσπάζεται· τὸν βότρυν κρατεῖ, καὶ τὸν φυτεύσαντα φιλεῖ· ἔχει τὸ μέρος, καὶ τὸ ὅλον λογίζεται· τῷ ζῶντι συμπλέκεται, καὶ τὸν νεκρὸν οὐ βδελύσσεται· τὸν χαρακτῆρα τοῦ παιδὸς κατανοεῖ, καὶ τὴν εἰκόνα τοῦ πατρὸς ἐσοπτρίζεται.