Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ζακχαῖον τὸν τελώνην

Ἰωάννης ὁ Χρυσόστομος

Η έμπρακτη μετάνοια και η κατακλείδα του λόγου

Ο Ζακχαίος υποδέχεται τον Χριστό, αποδεικνύοντας τη μετάνοιά του μέσω της ελεημοσύνης, και το έργο ολοκληρώνεται με την παραδοσιακή δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Οἶδα τί μέλλεις ποιεῖν· οἶδα ὅτι ὅλα σου τὰ ὑπάρχοντα μέλλεις διδόναι πένησι, καὶ πρῶτον ἀποδιδόναι οἷς ἐσυκοφάντησας, τετραπλασίονα. Παρὰ τοῖς τοιούτοις ἡδέως αὐλίζομαι. Καὶ ὁ Ζακχαῖος σπεύσας κατέβη, καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ Ἰησοῦν ὑπεδέξατο. Χαρᾶς δὲ ἐμπλησθεὶς, σταθεὶς εἶπεν· οὐ περιπατῶν, οὐ καθήμενος, ἀλλὰ σταθεὶς, ἵνα δείξῃ τὴν τῆς ψυχῆς αὐτοῦ ἀμετάθετον γνώμην· σταθεὶς εἶπεν, ὅτε ζέων τῷ πνεύματι, ἀμεταμέλητα νοήσας ἠγωνίζετο· ᾔδει γὰρ ὅπου σπείρει, καὶ ὅπου μέλλει θερίζειν· καὶ εἶπεν· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι τοῖς πτωχοῖς· καὶ οὓς ἐσυκοφάντησα, τετραπλασίονα ἀποδίδωμι. Ὢ ἐξομολόγησις καθαρὰ, ἐκ καρδίας καθαρᾶς προερχομένη· ἐξομολόγησις ἀνεπαίσχυντος ἀνεπαισχύντῳ δόξῃ Θεοῦ παρισταμένη, πίστιν ἀποπνέουσα, καὶ δικαιοσύνην ἀνθοῦσα! ἧς δικαιοσύνης καταξιώσειεν ἡμᾶς ὁ τῶν ὅλων Θεὸς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.