Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἁγίους μάρτυρας

Ἰωάννης ὁ Χρυσόστομος

Τα μαρτυρικά βασανιστήρια και η καρτερία ενώπιον του θανάτου

Περιγραφή των σωματικών πληγών επί της εσχάρας και της φωτιάς, με παράλληλη ανάδειξη της σωτηριολογικής αξίας του μαρτυρικού αίματος ως μετοχής στο πάθος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Καὶ γὰρ προσέδησαν αὐτοὺς τῷ ξύλῳ, καὶ τὰς πλευρὰς διώρυττον, ἐμβαθύνοντες αὔλακας, καθάπερ γῆν ἀροτριῶντες, ἀλλ᾽ οὐ σώματα σχίζοντες· καὶ ἦν ἰδεῖν λαγόνας ἀναπεπετασμένας, πλευρὰ ἀνεῳγότα, στήθη διεῤῥηγμένα, καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἔστησαν οἱ αἱμοβόροι θῆρες ἐκεῖνοι, ἀλλὰ ἀπὸ τοῦ ξύλου καθελόντες ὑπὲρ τῶν ἀνθράκων ἐπὶ σιδηρᾶς κλίμακος ἔτεινον· καὶ ἦν ἰδεῖν πάλιν πικρότερα τῶν προτέρων θεάματα, διπλᾶς καταφερομένας σταγόνας ἐκ τῶν σωμάτων, τὰς μὲν τοῦ αἵματος ῥέοντος, τὰς δὲ τῶν σαρκῶν τηκομένων· οἱ δὲ ἅγιοι καθάπερ ἐπὶ ῥόδων κείμενοι τῶν ἀνθράκων, οὕτω μεθ᾽ ἡδονῆς τὰ γινόμενα ἐθεώρουν.

βʹ. Σὺ δὲ ἀκούσας κλίμακα σιδηρᾶν, ἀναμνήσθητι κλίμακος νοητῆς, ἣν εἶδεν ὁ πατριάρχης Ἰακὼβ ἀπὸ γῆς εἰς οὐρανὸν τεταμένην· δι᾽ ἐκείνης κατέβαινον ἄγγελοι, διὰ ταύτης δὲ ἀναβαίνουσι μάρτυρες· ἑκατέρᾳ δὲ ὁ Κύριος ἐπεστήρικτο. Οὐκ ἂν ἤνεγκαν τὰς ὀδύνας οἱ ἅγιοι οὗτοι, εἰ μὴ ταύτῃ ἐπηρείδοντο. Ἀλλὰ δι᾽ ἐκείνης μὲν ἀναβαίνουσι καὶ καταβαίνουσιν ἄγγελοι, διὰ ταύτης δὲ ὅτι ἀναβαίνουσι καὶ μάρτυρες παντί που δῆλον. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν πρὸς διακονίαν ἀποστέλλονται τῶν μελλόντων κληρονομεῖν σωτηρίαν, οὗτοι δὲ καθάπερ ἀθληταὶ καὶ στεφανῖται ἀπαλλαγέντες τῶν ἀγώνων ἀπῆλθον λοιπὸν πρὸς τὸν ἀγωνοθέτην.

Ἀλλὰ γὰρ μὴ ἁπλῶς ἀκούωμεν τὰ λεγόμενα, ἀκούοντες, ὅτι ἄνθρακες ὑπέκειντο καταξανθεῖσι τοῖς σώμασιν, ἀλλ᾽ ἐννοήσωμεν τίνες ἐσμὲν πυρετοῦ κατασκήψαντος· ἀβίωτον εἶναι νομίζομεν τὸν βίον, ἀλύομεν, δυσανασχετοῦμεν, καθάπερ παιδία μικρὰ δυσχεραίνομεν, τῆς γεέννης οὐδὲν ἔλαττον νομίζοντες ἐκεῖνο τὸ πῦρ· οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου, ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης, καὶ τῶν σπινθήρων τοῖς ἕλκεσιν ἐπιπηδώντων, καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα, καθάπερ ἀδαμάντινοί τινες, καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν, οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν τῆς ὁμολογίας εἱστήκεισαν ῥημάτων, ἀπερίτρεπτοι διὰ πάντων τῶν δεινῶν μένοντες, καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι.

Εἴδετε πολλάκις ὑπὸ τὴν ἕω τὸν ἥλιον ἀνίσχοντα, καὶ κροκοειδεῖς ἀφιέντα ἀκτῖνας; τοιαῦτα ἦν τῶν ἁγίων τὰ σώματα, ὥσπερ τινῶν ἀκτίνων κροκοειδῶν, τῶν ῥυάκων τοῦ αἵματος πανταχόθεν αὐτοὺς περιῤῥεόντων, καὶ τὸ σῶμα αὐτῶν καταυγαζόντων πολλῷ μᾶλλον ἢ τὸν οὐρανὸν ἥλιος. Τοῦτο τὸ αἷμα ἄγγελοι μὲν ὁρῶντες ἐτέρποντο, δαίμονες ἔφριττον, καὶ αὐτὸς δὲ ὁ διάβολος ἔτρεμεν. Οὐ γὰρ αἷμα ἦν ἁπλῶς τὸ ὁρώμενον, ἀλλ᾽ αἷμα σωτήριον, αἷμα ἅγιον, αἷμα τῶν οὐρανῶν ἄξιον, αἷμα διηνεκῶς τὰ καλὰ τῆς Ἐκκλησίας ἄρδον φυτά. Εἶδε τὸ αἷμα, καὶ ἔφριξεν ὁ διάβολος· ἀνεμνήσθη γὰρ ἑτέρου αἵματος Δεσποτικοῦ· δι᾽ ἐκεῖνο τὸ αἷμα τοῦτο ἔῤῥευσεν· ἐξ οὗ γὰρ ἐνύγη ἡ πλευρὰ τοῦ Δεσπότου, μυρίας ὁρᾷς λοιπὸν πλευρὰς νυττομένας. Τίς γὰρ οὐ μεθ᾽ ἡδονῆς ἀποδύσαιτο πολλῆς πρὸς τοὺς ἀγῶνας τούτους, μέλλων κοινωνεῖν δεσποτικῶν παθημάτων, καὶ συμμορφοῦσθαι τῷ θανάτῳ τοῦ Χριστοῦ; Ἀρκοῦσα γὰρ αὕτη ἡ ἀντίδοσις, καὶ τῶν πόνων πολὺ πλείων ἡ τιμὴ, καὶ ὑπερβαίνουσα τοὺς ἄθλους ἡ ἀμοιβὴ, καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν. Μὴ τοίνυν φρίττωμεν ἀκούοντες, ὅτι ὁ δεῖνα ἐμαρτύρησεν, ἀλλὰ φρίττωμεν ἀκούοντες, ὅτι ὁ δεῖνα κατεμαλακίσθη, καὶ ἔπεσε τοιούτων προκειμένων ἐπάθλων.