Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἁγίους μάρτυρας

Ἰωάννης ὁ Χρυσόστομος

Η ορθή χρήση των υλικών αγαθών και επίλογος

Διδασκαλία προς πλουσίους και πένητες περί ελεημοσύνης, αναφορά στο εφήμερο του πλούτου και κατακλείδα του λόγου με τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ταῦτά μοι οὐ πρὸς πλουσίους μόνον, ἀλλὰ καὶ πρὸς πένητας εἴρηται. Καὶ γὰρ ἐκεῖνοι κατὰ δύναμιν πολλάκις τὴν ἑαυτῶν κοσμοῦντες οἰκίαν, τὴν διάνοιαν ἠμελημένην περιορῶσι· διὸ κοινὴν ποιοῦμαι πρὸς ἀμφοτέρους τὴν διδασκαλίαν παραινῶν καὶ συμβουλεύων τῶν ἐν τῷ παρόντι βίῳ βραχὺν ποιουμένους λόγον, ἅπασαν τὴν σπουδὴν εἰς τὴν τῶν πνευματικῶν καὶ ἀναγκαίων πραγμάτων ἐπιμέλειαν κενοῦν. Ὁ πένης ὁράτω τὴν χήραν τὴν τοὺς δύο καταβαλοῦσαν ὀβολοὺς, καὶ μὴ νομιζέτω τὴν πενίαν ἐμπόδιον εἶναι πρὸς ἐργασίαν ἐλεημοσύνης καὶ φιλανθρωπίας· ὁ πλούσιος λογιζέσθω τὸν Ἰὼβ, καὶ καθάπερ ἐκεῖνος οὐχ ἑαυτῷ, ἀλλὰ τοῖς πένησιν ἐκέκτητο πάντα τὰ ὄντα, οὕτω καὶ οὗτος. Διὰ γὰρ τοῦτο γενναίως ἤνεγκε τὴν ἀφαίρεσιν αὐτῶν, ἐπειδὴ καὶ πρὸ τῆς τοῦ διαβόλου πείρας ἐμελέτησεν αὐτῶν τὴν ἀλλοτρίωσιν. Καὶ σὺ τοίνυν καταφρόνει παρόντων τῶν χρημάτων, ἵνα καὶ ἀναχωρησάντων ποτὲ, μὴ ἀλγήσῃς. Ἀνάλισκε εἰς δέον ὅταν ἔχῃς, ἵν᾽ ὅταν ἀφαιρεθῇς, διπλοῦν ἔχῃς τὸ κέρδος, τόν τε ἐκ τῆς ἀρίστης δαπάνης ἀποκείμενόν σοι μισθὸν, καὶ τὴν ἐκ τῆς ὑπεροψίας ἐγγινομένην φιλοσοφίαν εἰς τὸν καιρὸν τῆς ἀπουσίας αὐτῶν χρησιμεύουσαν. Χρήματα γὰρ διὰ τοῦτο καλεῖται, ἵνα αὐτοῖς εἰς δέον χρώμεθα, οὐχ ἵνα κατορύττωμεν· κτήματα διὰ τοῦτο λέγονται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ αὐτῶν γενώμεθα κτήματα.

Κύριος εἶ χρημάτων πολλῶν, μὴ τοίνυν δούλευε τούτοις, ὧν ἐποίησέ σε δεσπότην ὁ Θεός· οὐ δουλεύεις δὲ εἰς δέον αὐτὰ ἀναλίσκων, ἀλλὰ μὴ κατορύττων.

Οὐδὲν οὕτως εὐρίπιστον ὡς πλοῦτος· οὐδὲν οὕτως εὐμετάβλητον, ὡς εὐπορία. Ἐπεὶ οὖν ἀβέβαιος αὐτῶν ἡ κτῆσις, καὶ πτηνοῦ παντὸς ταχύτερον πολλάκις ἡμῶν ἀφίπταται, καὶ δραπέτου παντὸς ἀγνωμονέστερον ἀποπηδᾷ, τὸν χρόνον ὂν ἂν ὦμεν δεσπόται, εἰς δέον αὐτοῖς χρησώμεθα, ἵν᾽ ἐκ τῶν ἀβεβαίων χρημάτων βέβαια ἐνστησάμενοι τὰ ἀγαθὰ, τὸν ἐν οὐρανοῖς ἀποκείμενον κληρονομήσωμεν θησαυρόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.