Οὐκ οἶδα πῶς ἐγκωμιάσω τὴν χήραν· πῶς τέκνων κατεφρόνησεν καὶ φιλοξενίαν ἐποίησε, πῶς ἡ φύσις αὐτὴ οὐ κατενάρκησε, πῶς ἡ μήτρα οὐκ ἠλλοιώθη, πῶς τὰ σπλάγχνα οὐ διελύθη βλέποντα δῆμον ὁλόκληρον τέκνων ὑπὸ λιμοῦ μέλλοντα φθείρεσθαι. Ἀλλ᾽ ἀνωτέρω πάντων ἐγένετο, καὶ τὸν προφήτην ἐξένισεν. Ὡς ἔλαβε δὴ ὁ προφήτης, καὶ ἔφαγε, λοιπὸν τὰς ἀμοιβὰς ἀποδίδωσιν· ἔσπειρε φιλοξενίαν ἡ χήρα, καὶ εὐθὺς τὸν στάχυν κομῶντα τῆς φιλοξενίας ἐθέρισε. Τί γάρ φησι πρὸς αὐτὴν Ἠλίας; Ζῇ Κύριος, ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Καὶ ἐγένετο ἡ δεξιὰ τῆς χήρας ληνὸς, καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἐν ἀνάγκῃ τὸν καρπὸν παρέχοντα, καὶ διὰ τοῦ λόγου τοῦ προφήτου τὴν χήραν διατρέφοντα. Ληνὸς καὶ ἅλων ἐγένετο ἡ οἰκία τῆς χήρας· οὐ βροχὴ, οὐχ ὑετὸς, οὐκ ἔαρ, οὐ θέρος, οὐ καῦμα, οὐκ ἀνέμων ἀνάγκαι, οὐ καιρῶν ἀλλαγαὶ, ἀλλὰ μόνον εἷς λόγος προελθὼν, καὶ αὐτὸς ἀπὸ τῆς οἰκείας γνώμης ἐξενεχθεὶς, χορηγεῖ τὴν ἀφθονίαν τῇ χήρᾳ. Εἶτα ἐκεῖθεν, ἵνα συντέμω τὸν λόγον, ἀπῆλθε πρὸς Ἀχαὰβ τὸν βασιλέα. Λέγω νῦν αὐτοῦ τὰ κατορθώματα, ἵνα ἐὰν ἴδης αὐτὸν ἁμαρτήσαντα, μάθῃς τὴν τοῦ Θεοῦ χάριν ἔχουσαν φιλανθρωπίαν.