Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἁγίους Πέτρον καὶ Ἠλίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η ανθρώπινη ασθένεια των ιερέων και το παράδειγμα του αποστόλου Πέτρου

Αναλύεται η θεία παραχώρηση να υπόκεινται οι ιερείς στα ανθρώπινα πάθη, προκειμένου να δείχνουν επιείκεια, με χαρακτηριστικό παράδειγμα την άρνηση του αποστόλου Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Οὐδὲν τῶν δεινῶν ἐν τῷ μέσῳ, καὶ ἐνεποδίσθης τῆς πρὸς τοὺς μάρτυρας ὁμονοίας; Ἀλλὰ φροντίς σε βιωτικὴ ἐκράτησεν; Ἔτι μεῖζον τὸ ἔγκλημα. Μικρὰν ὥραν οὐκ ἐδάνεισας τῷ Θεῷ, ἵνα λάβῃς ὁλόκληρον ἡμέραν; Ἁμαρτωλός εἰμι, φησὶ, καὶ οὐ δύναμαι. Ἐπειδὴ ἁμαρτωλὸς εἶ, διὰ τοῦτο εἴσελθε· ἢ οὐκ οἶδας, ὅτι καὶ αὐτοὶ οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες ἁμαρτίαις εἰσὶ προσηλωμένοι; Σάρκας γάρ εἰσιν ἐνδεδυμένοι, καὶ αἵματι συμπεπλεγμένοι, [καὶ ὀστέοις εἰσὶ συνδεδεμένοι, καὶ αὐτοὶ ἡμεῖς, οἱ ἐπὶ τοῦ θρόνου καθεζόμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συμπεπλέγμεθα.

Ἀλλ᾽ οὐκ ἀπογινώσκομεν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, οὐδὲ ἀπανθρωπίαν αὐτῷ περιάπτομεν· πάντες γὰρ ἄνθρωποί ἐσμεν ἐκ τῶν αὐτῶν συμπεπλεγμένοι·] καὶ οὐ παραιτούμεθα τὴν διδασκαλίαν, εἰς τὸ πέλαγος ἀφορῶντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας.

Καὶ ὑμεῖς ἁμαρτήσαντες ἐὰν εἰσέλθητε, οὐ τοσοῦτον τὸ ἔγκλημα· ὑπὸ γὰρ διδασκαλίαν ἐστέ· ἡμεῖς δὲ ὅσῳ μᾶλλον τῷ ἀξιώματι ὑπερέχομεν, τοσούτῳ καὶ τῷ ἐγκλήματι ὑποκείμεθα· ἄλλο γάρ ἐστι τὸν διδασκόμενον ἁμαρτάνειν, καὶ ἄλλο τὸν διδάσκοντα· ἀλλ᾽ ὅμως οὐ παραιτούμεθα τοῦτο, ἵνα μὴ προφάσει ταπεινοφροσύνης εἰς ῥᾳθυμίαν ἐμπέσωμεν.

Καὶ τοῦτο κατὰ θείαν διοίκησιν γέγονε, τὸ τοὺς ἱερεῖς καὶ αὐτοὺς ἁμαρτίαις ὑποπεσεῖν. Καὶ ἄκουσον πῶς ἐστιν· Οἱ διδάσκαλοι αὐτοὶ καὶ οἱ ἱερεῖς, εἰ μὴ ἡμάρτανον, μηδὲ ὑπέκειντο τοῖς πάθεσι τοῦ βίου, ἀπάνθρωποι ἤμελλον εἶναι περὶ τοὺς ἄλλους καὶ ἀσύγγνωστοι· ἀλλὰ διὰ τοῦτο καὶ αὐτοὺς τοὺς ἱερεῖς πάθεσι δουλεύειν παρεσκεύασε, καὶ τοὺς ἄρχοντας, ἵνα ἐξ ὧν αὐτοὶ πάσχουσι, καὶ τοῖς ἄλλοις συγγνώμην διδῶσι. Καὶ ἀεὶ οὕτως διῴκησεν ὁ Θεὸς, καὶ οὐ μόνον νῦν, ἀλλὰ καὶ πάλαι, καὶ οἷς ἔμελλεν ἐμπιστεύειν τὴν Ἐκκλησίαν καὶ τὸν λαὸν, τούτους συνεχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, ἵνα ἐκ τῶν οἰκείων πταισμάτων φιλάνθρωποι γένωνται περὶ τοὺς ἄλλους.

Εἰ γὰρ μὴ ἡμάρτανον αὐτοὶ, οὐδεμίαν συγγνώμην εἶχον δοῦναι τοῖς ἁμαρτάνουσιν, ἀλλ᾽ ἀπάνθρωποι γενόμενοι πάντας ἐκθερίζειν εἶχον τῆς Ἐκκλησίας. Ὅτι δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, φέρε ἐξ αὐτῆς τῆς θεωρίας εἴπωμεν· Πέτρος ἔμελλε πιστεύεσθαι τὰς κλεῖς τῆς Ἐκκλησίας, μᾶλλον δὲ καὶ ἐπιστεύθη τὰς κλεῖς τῶν οὐρανῶν, καὶ ἤμελλε πιστεύεσθαι τὸ πλῆθος τοῦ λαοῦ. Τί γάρ φησι πρὸς αὐτὸν ὁ Δεσπότης;

Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. Ἦν μὲν οὖν ὁ Πέτρος ἠρέμα πως καὶ ἀπότομος· εἰ δὲ καὶ ἔσχε τὸ ἀναμάρτητον, ποίαν ἂν συγγνώμην οἱ παρ᾽ αὐτοῦ διδασκόμενοι ἐλάμβανον; Ἀλλὰ διὰ τοῦτο πραγματεύεται ἡ θεία χάρις ἁμαρτήματί τινι περιπεσεῖν αὐτὸν, ἵνα ἐξ ὧν αὐτὸς ἔπαθε, φιλάνθρωπος γένηται περὶ τοὺς ἄλλους. Καὶ βλέπε τίνα συγχωρεῖ περιπεσεῖν ἁμαρτίᾳ· Πέτρον ἐκεῖνον, τὴν κορυφὴν τῶν ἀποστόλων, τὴν κρηπῖδα τὴν ἀσάλευτον, τὴν πέτραν τὴν ἀῤῥαγῆ, τὸν πρῶτον τῆς Ἐκκλησίας, τὸν λιμένα τὸν ἀκαταμάχητον, τὸν πύργον τὸν ἀσάλευτον. Πέτρος ἐκεῖνος ὁ λέγων τῷ Χριστῷ· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· Πέτρος ὁ ἐκ θείας ἀποκαλύψεως τὴν ἀλήθειαν ὁμολογήσας· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· οὗτος εἰσελθὼν ἐν τῇ νυκτὶ ἐκείνῃ ᾗ παρεδόθη ὁ Χριστὸς, καὶ στὰς ἐπὶ τῆς πυρκαϊᾶς θερμαινόμενος, καί τις, φησί, κόρη προσελθοῦσα λέγει αὐτῷ, Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς· ὁ δὲ Πέτρος· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Ἄρτι ἔλεγες· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν· νῦν ἀρνῇ καὶ λέγεις, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον; Ὦ Πέτρε, τοῦτό ἐστιν ὅλον ὃ ἐπηγγείλω; οὔπω βασάνους, οὔπω μάστιγας εἰδὼς, ἀλλ᾽ ἁπλῶς μικρᾶς κόρης ῥῆμα ἀκούσας, εἰς ἄρνησιν ἐχώρησας. Ἀρνῇ, Πέτρε;

οὔπω βασανιστήρια, οὔπω μάστιγες, οὔπω πληγαὶ, οὔπω θυμοὶ, οὔπω ἄρχοντες, οὔπω ξίφη ἠκονημένα, οὔπω διατάγματα κείμενα, οὔπω βασιλεῖς ἀπειλοῦντες, οὔπω θάνατοι προσδοκώμενοι, οὔπω φυλακαὶ καὶ κρημνοὶ καὶ θάλασσα, οὔπω οὐδὲν τῶν τοιούτων, καὶ ἤδη ἠρνήσω, Οὐκ οἶδα τὸν ἄνθρωπον; Πάλιν ἡ κόρη πρὸς αὐτόν· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς.

Ὁ δὲ πρὸς αὐτήν· Οὐκ οἶδα τὸν ἄνθρωπον ὃν λέγεις. Τίς ἐστιν ὁ λέγων σοι, ὅτι ἀρνῇ; Οὐδεὶς τῶν ἀναγκαίων, ἀλλὰ γυνὴ, καὶ αὐτὴ θυρωρὸς, ἀπεῤῥιμμένη, αἰχμάλωτος, μηδενὸς λόγου ἀξία, αὕτη λέγει, καὶ σὺ ἀρνῆσαι; Ὢ καινῶν πραγμάτων! κόρη τὸν Πέτρον ἐκεῖνον, πόρνη προσελθοῦσα τοῦ Πέτρου τὴν πίστιν ἐτάραξε· Πέτρος, ὁ στῦλος, ὁ πρόβολος, οὐκ ἐβάστασεν ἀπειλὴν κόρης, ἀλλὰ μόνον ἐλάλησε, καὶ ὁ στῦλος ἐσαλεύθη, καὶ αὐτὸς ὁ πρόβολος ἐχειμάζετο Τίνα εἶδες, Πέτρε, ὅτι ἀρνῇ; κόρην εὐτελῆ, καὶ εὐκαταφρόνητον θυρωρόν· ταῦτα εἶδες καὶ ἀρνῇ; Πάλιν οὖν τὸ τρίτον· Καὶ σὺ χθὲς μετὰ τοῦ ἀνθρώπου τούτου ἦς· ὅμως ἠρνήσατο τὸ τρίτον. Καὶ οὕτω λοιπὸν ἐμβλέψας ὁ Ἰησοῦς εἰς ἀνάμνησιν αὐτὸν ἤνεγκε τῶν λεχθέντων· ὁ δὲ συνιεὶς ἤρξατο κλαίειν καὶ μετανοεῖν ἐπὶ τῇ ἁμαρτίᾳ. Ἀλλ᾽ ὅμως ὁ φιλάνθρωπος συνεχώρησεν αὐτῷ τὴν ἁμαρτίαν· ᾔδει γὰρ ὅτι ὡς ἄνθρωπος ἀνθρώπινόν τι ὑπέστη· ἀλλ᾽, ὡς προεῖπον, διὰ τοῦτο ᾠκονομήθη. καὶ τῷ Πέτρῳ συνεχωρήθη ἁμαρτῆσαι, ἐπειδὴ ἔμελλε πιστεύεσθαι λαὸν πολὺν, ἵνα μὴ ἀπότομος ὢν καὶ ἀναμάρτητος, ἀσύγγνωστος εἰς τοὺς ἰδίους ἀδελφοὺς ᾖ. Ὑπέπεσεν ἁμαρτίᾳ, ἵνα ἐννοῶν τὸ ἴδιον ἁμάρτημα καὶ τὸ τοῦ Δεσπότου συγχώρημα, συγχωρήσῃ καὶ τοῖς ἄλλοις φιλανθρωπίας χάριν κατὰ διοίκησιν θείαν Θεῷ ἁρμόζουσαν.

Αὐτὸς γὰρ συνεχωρήθη ἁμαρτῆσαι ὁ τὴν Ἐκκλησίαν μέλλων πιστεύεσθαι, ὁ στῦλος τῶν Ἐκκλησιῶν, ὁ λιμὴν τῆς πίστεως, Πέτρος ὁ διδάσκαλος τῆς οἰκουμένης συνεχωρήθη ἁμαρτῆσαι, ἵνα ἡ συγχώρησις τούτου ὑπόθεσις φιλανθρωπίας τοῖς ἄλλοις γένηται. Ταῦτα δέ μοι διὰ τί εἴρηται; Ὅτι καὶ ἡμεῖς οἱ ἱερεῖς οἱ ἐπὶ θρόνου καθήμενοι καὶ διδάσκοντες, ἁμαρτίαις συνδεδέμεθα.

Διὰ τοῦτο γὰρ οὐκ ἄγγελος, οὔτε ἀρχάγγελος ἐπιστεύθη ἱερατεύειν (ἀναμάρτητοι γάρ εἰσιν), ἵνα μὴ διὰ ἀποτομίαν τοὺς ἁμαρτάνοντας τοῦ λαοῦ ἀθρόον κεραυνοβολῶσιν· ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου ἐπιστεύθη τὸν θρόνον τοῦτον, καὶ αὐτὸς ἡδονῇ καὶ ἁμαρτίᾳ συνδεδεμένος, ἵνα ὅταν λάβῃ τινὰ ἁμαρτάνοντα, ἐκ τῶν οἰκείων πλημμελημάτων φιλανθρωπότερος γένηται πρὸς ἐκεῖνον τὸν ἁμαρτήσαντα.

Εἰ γὰρ ἦν ἄγγελος ἱερεὺς, καὶ ἔλαβέ τινα πορνεύσαντα, εὐθὺς ἀνῄρει αὐτὸν, αὐτὸς τῷ πάθει τούτῳ οὐ συμπεπλεγμένος. Διὰ τοῦτο εἰ ἔλαβεν ἄγγελος τὴν ἐξουσίαν τοῦ ἱερατεύειν, οὐκ ἐδίδασκεν, ἀλλ᾽ εὐθέως ἀνῄρει διὰ τὸ ἐκεῖνον μὴ εἶναι τοιοῦτον, εἰς ὀργὴν αὐτὸν ἔφερε κατὰ τοῦ τοιούτου. Ἀλλὰ διὰ τοῦτο ἄνθρωπος ἐπιστεύθη, εἰδὼς τὰ πλημμελήματα ἑαυτοῦ, καὶ ἐκ πείρας ἔχων, ἵνα συγγινώσκῃ τοῖς ἁμαρτάνουσι, καὶ μὴ κινῆται διὰ τῆς ὀργῆς, καὶ σχολάζῃ ἡ Ἐκκλησία διὰ τῆς συναγωγῆς.