Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς Αἰγυπτίους μάρτυρας

Ἰωάννης ὁ Χρυσόστομος

Η προστατευτική και μεσιτική δύναμη των ιερών λειψάνων

Θεολογική ανάπτυξη σχετικά με την πνευματική προστασία που παρέχουν τα λείψανα των αγίων στις πόλεις και την παρρησία τους ενώπιον του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Εἰ γὰρ ψυχραὶ καὶ εὐτελεῖς ἀφορμαὶ, καὶ πρὸς τὸν παρόντα βίον ἡμῖν συντελοῦσαι χάριτες μόνον, ἴσχυσαν τοῦτο τὸ γέρας πολλαῖς τῶν πόλεων παρασχεῖν· τὴν οὐδὲν τούτων τῶν ἐπικήρων καὶ φθαρτῶν χαριζομένην, ἀλλ᾽ ἄνδρας πολλὴν ταῖς κληρωθείσαις αὐτοῖς πόλεσι καὶ μετὰ τελευτὴν κεκτημένους ἀσφάλειαν, πῶς οὐ δίκαιον μάλιστα πασῶν ταύτης παρ᾽ αὐτῶν τῆς προεδρίας τυχεῖν; Τὰ γὰρ τῶν ἁγίων σώματα τούτων τείχους παντὸς ἀδάμαντος καὶ ἀῤῥαγοῦς ἀσφαλέστερον ἡμῖν τειχίζει τὴν πόλιν· καὶ καθάπερ σκόπελοί τινες ὑψηλοὶ προβεβλημένοι πανταχόθεν, οὐχὶ τὰς τῶν αἰσθητῶν τούτων καὶ ὁρωμένων ἐχθρῶν προσβολὰς ἀποκρούονται μόνον, ἀλλὰ καὶ τὰς τῶν ἀοράτων δαιμόνων ἐπιβουλὰς, καὶ πᾶσαν τοῦ διαβόλου μεθοδείαν ἀνατρέπουσί τε καὶ διαλύουσιν οὕτως εὐκόλως, ὡς εἴ τις γενναῖος ἀνὴρ παίδων ἀθύρματα ἀνατρέψειε καὶ καταβάλοι. Καὶ τὰ μὲν ἄλλα τὰ παρὰ τῶν ἀνθρώπων γινόμενα μηχανήματα, οἷον τείχη, καὶ τάφροι, καὶ ὅπλα, καὶ στρατιωτῶν πλήθη, καὶ ὅσα πρὸς ἀσφάλειαν τῶν οἰκούντων ἐπινενόηται, δυνατὸν τοῖς ἐχθροῖς ἀποκρούεσθαι ἑτέραις πλείοσι καὶ μείζοσι μηχανῶν ὑπερβολαῖς ταῖς παρ᾽ αὐτῶν· ὅταν δὲ ἁγίων σώμασι πόλις τειχίζηται, κἂν μυρία ἐκεῖνοι δαπανῶσι χρήματα, τοιοῦτόν τι ἀντιστῆσαι μηχάνημα ταῖς ἐχούσαις αὐτοὺς πόλεσιν οὐ δυνήσονται.

Οὐ πρὸς ἀνθρώπων δὲ ἐπιβουλὰς μόνον, οὐδὲ πρὸς κακουργίας δαιμόνων τοῦτο ἡμῖν χρήσιμον τὸ κτῆμα, ἀγαπητέ· ἀλλὰ κἂν ὁ κοινὸς ἡμῖν ὀργίζηται Δεσπότης διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων, δυνησόμεθα ταῦτα προβαλλόμενοι τὰ σώματα, ταχέως αὐτὸν ἵλεων ποιῆσαι τῇ πόλει. Εἰ γὰρ οἱ τὰ μεγάλα κατωρθωκότες ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, ὀνόματα προβαλλόμενοι ἁγίων ἀνδρῶν, καὶ ἐπὶ τὴν προσηγορίαν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καταφεύγοντες, ἔτυχόν τινος παραμυθίας, καὶ μεγάλην ἀπὸ τῆς μνήμης τῶν ὀνομάτων τούτων ἐκαρποῦντο τὴν ὠφέλειαν, πολλῷ μᾶλλον ἡμεῖς, ὅταν μὴ ὀνόματα μόνον προβαλλόμενοι, ἀλλὰ καὶ αὐτὰ τὰ ἀθλήσαντα σώματα, δυνησόμεθα τὸν Θεὸν ἵλεων ἔχειν καὶ ἥμερον καὶ προσηνῆ. Καὶ ὅτι οὐ κόμπος τὰ παρ᾽ ἡμῶν λεγόμενα, ἴσασι πολλοὶ καὶ τῶν ἐγχωρίων, καὶ τῶν ἑτέρωθεν ἐληλυθότων, ὅση τῶν ἁγίων τούτων ἡ δύναμις, οἳ καὶ μαρτυροῦσι τοῖς λεγομένοις, διὰ τῆς πείρας αὐτῆς μαθόντες αὐτῶν τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὡς ἔτυχεν ὑπὲρ τῆς ἀληθείας ἠγωνίσαντο, ἀλλ᾽ οὕτω καρτερῶς καὶ εὐτόνως ἐνέστησαν πρὸς τὴν ῥαγδαίαν καὶ ἀφόρητον τοῦ διαβόλου βίαν, ὡς ἐν λιθίνοις καὶ σιδηροῖς, ἀλλ᾽ οὐκ ἐν φθαρτοῖς καὶ θνητοῖς ἀγωνιζόμενοι σώμασιν, ὡς ἤδη πρὸς τὴν ἀπαθῆ καὶ ἀθάνατον μεταστάντες φύσιν, τὴν οὐκ εἴκουσαν ταῖς πικραῖς καὶ ὀδυνηραῖς τοῦ σώματος ἀνάγκαις.