Ὅταν γὰρ ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν· καὶ ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, εὔδηλον ὅτι οὐχὶ τοὺς ἀνέσεως ἀπολαύοντας, ἀλλὰ τοὺς στενοχωρουμένους διὰ τὸν Θεὸν, τοὺς θλιβομένους, τούτους ἐπαινεσόμεθα, καὶ ζηλώσομεν τοὺς ἐν ἀρετῇ ζῶντας, τοὺς εὐσεβείας ἐπιμελουμένους. Οὕτω καὶ ὁ προφήτης φησίν· Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, οἱ βόες αὐτῶν παχεῖς. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστιν. Σὺ δὲ τί φὴς, ὦ προφῆτα; Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· οὐ τὸν ἐν χρήμασι πλουτοῦντα, ἀλλὰ τὸν εὐσεβείᾳ κομῶντα, τοῦτον ἐγὼ μακαρίζω, φησὶ, κἂν μυρία πάσχῃ δεινά. Εἰ δὲ χρὴ καὶ ἐννάτην αἰτίαν εἰπεῖν, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι δοκιμωτέρους ποιεῖ τοὺς θλιβομένους ἡ θλῖψις· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.