Ἂν τοίνυν φύγῃς τὸ τρυφᾷν, καὶ πλεονεξίας καὶ ἁρπαγῆς καὶ μέθης καὶ μυρίων κακῶν τὴν ὑπόθεσιν ἀνεῖλες, πόῤῥωθεν τὴν ῥίζαν ἐκτεμὼν τῆς πονηρίας. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἡ σπαταλῶσα χήρα ζῶσα τέθνηκε. Τὸ εἰς τὰ θέατρα ἀναβαίνειν πάλιν, καὶ ἵππων ἁμίλλας θεωρεῖν, καὶ κυβεύειν, οὐ δοκεῖ πλημμέλημα τοῖς πολλοῖς ὡμολογημένον εἶναι, μυρία δὲ εἰς τὸν βίον εἰσάγει κακά. Καὶ γὰρ ἡ ἐν τοῖς θεάτροις διατριβὴ πορνείαν, ἀκολασίαν, καὶ πᾶσαν ἀσέλγειαν ἔτεκε, καὶ ἡ τῆς ἁμίλλης τῶν ἵππων θεωρία μάχας, λοιδορίας, πληγὰς, ὕβρεις, ἀπεχθείας διηνεκεῖς ἐπήγαγε· καὶ ἡ περὶ τὸ κυβεύειν σπουδὴ βλασφημίας, ζημίας, ὀργὰς, λοιδορίας, καὶ μυρία ἕτερα τούτων δεινότερα πολλάκις εἰργάσατο. Μὴ τοίνυν τὰ ἁμαρτήματα φεύγωμεν μόνον, ἀλλὰ καὶ τὰ δοκοῦντα μὲν ἀδιάφορα εἶναι, κατὰ μικρὸν δὲ ἡμᾶς εἰς τὰς πλημμελείας ἄγοντα ταύτας. Καὶ γὰρ ὁ παρὰ κρημνὸν βαδίζων, κἂν μὴ καταπέσῃ, τρέμει, καὶ πολλάκις ὑπ᾽ αὐτοῦ τοῦ τρόμου περιτραπεὶς κατέπεσεν· οὕτω καὶ ὁ μὴ πόῤῥωθεν φεύγων τὰς ἁμαρτίας, ἀλλ᾽ ἐγγὺς αὐτῶν βαδίζων, μετὰ φόβου βιώσεται, καὶ πολλάκις εἰς αὐτὰς ἐμπεσεῖται. Καὶ γὰρ ὁ τὰ ἀλλότρια περιεργαζόμενος κάλλη, κἂν μὴ μοιχεύσῃ, τέως ἐπεθύμησε, καὶ γέγονε κατὰ τὴν ἀπόφασιν τοῦ Χριστοῦ μοιχός· πολλάκις δὲ ὑπ᾽ αὐτῆς τῆς ἐπιθυμίας καὶ εἰς τὴν διὰ τῆς πείρας ἁμαρτίαν καταφέρεται.