Τούτους καὶ ἡ Γραφὴ μακαρίζει μόνους· Μακάριος γὰρ, φησὶν, ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Μακάριος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ· Μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾽ αὐτῷ· Μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ· Μακάριος ἀνὴρ, ὁ φοβούμενος τὸν Κύριον. Καὶ ὁ Χριστὸς πάλιν οὕτως· Μακάριοι οἱ πενθοῦντες, μακάριοι οἱ ταπεινοὶ, μακάριοι οἱ πραεῖς, μακάριοι οἱ εἰρηνοποιοὶ, μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Ὁρᾷς πῶς πανταχοῦ οὐδένα τῶν πλουτούντων, οὐ τῶν ἐν εὐγενείᾳ, οὐ τῶν δόξης ἀπολαυόντων μακαρίζουσιν οἱ θεῖοι νόμοι, ἀλλὰ τὸν ἀρετῆς ἐπειλημμένον; Τὸ γὰρ ζητούμενον, πάντων ὧν ἂν ποιῶμεν ἢ πάσχωμεν, ὑπόθεσιν εἶναι τὸν τοῦ Θεοῦ φόβον, κἂν ταύτην προκαταβάλῃς τὴν ῥίζαν, οὐκ ἄνεσις μόνον, οὐδὲ τιμαὶ, καὶ δόξαι, καὶ θεραπεῖαι, ἀλλὰ καὶ ἐπήρειαι, καὶ συκοφαντίαι, καὶ ὕβρεις, καὶ ἀτιμίαι, καὶ βάσανοι, καὶ πάντα ἁπλῶς ἡδονῆς σοι βλαστήσει καρπούς. Καὶ καθάπερ τῶν δένδρων αἱ ῥίζαι αὐταὶ μέν εἰσι πικραὶ, ἡδίστους δὲ ἡμῖν τοὺς καρποὺς φέρουσιν, οὕτω δὴ καὶ ἡ κατὰ Θεὸν λύπη πολλὴν ἡμῖν οἴσει τὴν ἡδονήν. Ἴσασιν, ὅσοι πολλάκις μετ᾽ ὀδύνης ηὔξαντο καὶ δάκρυα ἐξέχεαν, πόσην ἐκαρπώσαντο τὴν εὐφροσύνην, πῶς ἐξεκάθηραν τὸ συνειδὸς, πῶς μετὰ χρηστῆς ἀνέστησαν ἐλπίδος.