Ἀλλ᾽ οὐδὲν τούτων οὐ μόνον οὐκ εἶπεν, ἀλλ᾽ οὐδὲ ἐνενόησεν, ἀλλὰ καὶ πάσης συγγενείας τὸν τοῦ Θεοῦ προτιμήσας φόβον, ἔγνω τοῦτο καλῶς, ὅτι καθάπερ τὸν κυβερνήτην οἱ χειμῶνες, καὶ τὸν στρατηγὸν οἱ κίνδυνοι, οὕτω καὶ τὸν ἱερέα ὁ πειρασμὸς ποιεῖ φαίνεσθαι. Πάντες, φησὶ, πρὸς ἡμᾶς κεχήνασι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· μὴ καταισχύνωμεν αὐτῶν τὰς περὶ ἡμῶν ἐλπίδας, μηδὲ τοσοῦτον περιίδωμεν ναυάγιον, ἀλλὰ τὰ καθ᾽ ἡμᾶς ἐπιτρέψαντες τῷ Θεῷ πάντα, καὶ τὴν ψυχὴν αὐτὴν ἐκδῶμεν. Καὶ σκόπει ἱερέως μεγαλοψυχίαν, καὶ Θεοῦ φιλανθρωπίαν· ὧν ὑπερεῖδεν ἁπάντων, τούτων ἀπήλαυσεν ἁπάντων, ἵνα καὶ τῆς προθυμίας τὸν μισθὸν λάβῃ, καὶ διὰ τῆς ἀπολαύσεως τῆς παρὰ προσδοκίαν μείζονος ἐπιτύχῃ τῆς ἡδονῆς. Εἵλετο τὴν ἑορτὴν ἐπὶ τῆς ἀλλοτρίας καὶ πόῤῥω τῶν οἰκείων ἐπιτελέσαι διὰ τὴν τῆς πόλεως σωτηρίαν· ὁ δὲ Θεὸς πρὸ τοῦ Πάσχα ἡμῖν αὐτὸν ἀπέδωκεν, ὥστε κοινὴν μεθ᾽ ὑμῶν τὴν ἑορτὴν ἀγαγεῖν, ἵνα καὶ τῆς προαιρέσεως ἔχῃ τὸν μισθὸν, καὶ τῆς εὐφροσύνης ἀπολαύσῃ μείζονος. Οὐκ ἔδεισε τὴν ὥραν τοῦ ἔτους, καὶ θέρος παρὰ πάντα γέγονε τῆς ἀποδημίας τὸν καιρόν· οὐχ ὑπελογίσατο τὴν ἡλικίαν, καὶ καθάπερ νέος καὶ σφριγῶν, οὕτω μετ᾽ εὐκολίας διέδραμε τὴν μακρὰν ταύτην ὁδόν· οὐκ ἐνενόησε τὴν τελευτὴν τῆς ἀδελφῆς, οὐδὲ κατεμαλάχθη· καὶ ἐπανελθὼν ζῶσαν αὐτὴν κατείληφε, καὶ πάντων, ὧν ὑπερεῖδε, πάντων ἐπέτυχε.