Πῶς, εἰπέ μοι, διηγοῦνται; φωνὴν οὐκ ἔχουσι, στόμα οὐ κέκτηνται, γλῶττα παρ᾽ αὐτοῖς οὐκ ἔστι, πῶς οὖν διηγοῦνται; Διὰ τῆς ὄψεως αὐτῆς· ὅταν γὰρ ἴδῃς τὸ κάλλος, τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον διαρκὲς, ὥσπερ φωνῆς ἀκούων, καὶ διδασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον. Σιγᾷ ὁ οὐρανὸς, ἀλλ᾽ ἡ ὄψις αὐτοῦ φωνὴν σάλπιγγος λαμπροτέραν ἀφίησι, δι᾽ ὀφθαλμῶν ἡμᾶς, οὐ δι᾽ ἀκοῆς παιδεύουσα· καὶ γὰρ πέφυκεν αὕτη ἐκείνης ἡ αἴσθησις καὶ πιστοτέρα εἶναι καὶ σαφεστέρα. Εἰ μὲν γὰρ διὰ βιβλίων ἐπαίδευσε καὶ διὰ γραμμάτων, ὁ μὲν εἰδὼς γράμματα ἔμαθεν ἂν τὰ ἐγγεγραμμένα, ὁ δὲ οὐκ εἰδὼς ἀπῆλθεν ἂν μηδὲν ἐκεῖθεν ὠφεληθεὶς, εἰ μή τις ἐνήγαγεν ἕτερος· καὶ ὁ μὲν εὔπορος ἐπρίατο ἂν τὸ βιβλίον, ὁ δὲ πένης οὐκ ἂν ἴσχυσε κτήσασθαι· πάλιν ὁ μὲν τὴν φωνὴν ἐκείνην εἰδὼς τὴν διὰ τῶν γραμμάτων σημαινομένην ἔγνω ἂν τὰ ἐγκείμενα, ὁ δὲ Σκύθης, καὶ ὁ βάρβαρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Αἰγύπτιος, καὶ πάντες οἱ τῆς γλώττης ἐκείνης ἀπεστερημένοι ἀπῆλθον ἂν μηδὲν μαθόντες· ἐπὶ δὲ τοῦ οὐρανοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλὰ καὶ Σκύθης, καὶ βάρβαρος, καὶ Ἰνδὸς, καὶ Αἰγύπτιος, καὶ πᾶς ἄνθρωπος ἐπὶ τῆς γῆς βαδίζων ταύτης ἀκούσεται τῆς φωνῆς· οὐ γὰρ δι᾽ ὤτων, ἀλλὰ καὶ δι᾽ ὄψεως εἰς τὴν διάνοιαν ἐμπίπτει τὴν ἡμετέραν.