Ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Παῦλος ὁ ἐξ ἐσχάτων πρῶτος, ὁ ἀπὸ ἐκτρωμάτων τέλειος ἀνὴρ, ὁ καὶ διώκων ἡδὺς, καὶ διωκόμενος γλυκύς· ὁ Ῥωμαῖος, καὶ Φαρισαῖος, καὶ πάντα τοῖς πᾶσι διὰ πίστιν γενόμενος. Ὁ Χριστὸς γὰρ ὁ εἰπὼν Πέτρῳ, Δεῖ σε παθεῖν, εἶπε καὶ περὶ Παύλου, ὅσα αὐτὸν ἔδει ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ παθεῖν, ἵνα ὁ μὲν σταυρούμενος, ὁ δὲ τὴν κεφαλὴν τεμνόμενος, μίαν πίστιν κηρύξαντες, ἕνα δρόμον τελέσαντες, μάρτυρες ἀληθεῖς τῆς ἀναστάσεως ἔσωνται τοῦ παθόντος καὶ ταφέντος καὶ ἀναστάντος, ὡς εἶδε, καὶ εἰς τὸν κόλπον τοῦ Πατρὸς φθάσαντος, ὅνπερ οὐδέποτε καταλέλοιπε. Πρὸς οὓς αὐτὸς ὁ Δεσπότης προφητικῶς διαλέγεται· Κυκλώσατε τὴν νέαν ταύτην Σιὼν, καὶ περιλάβετε αὐτήν· τουτέστι, Φυλάξατε, τειχίσατε, ταῖς εὐχαῖς ὀχυρώσατε, ἵνα, ὅταν εὐκαίρως ὀργίζωμαι, καὶ σαλεύω τὴν σύμπασαν, βλέπων τὸν ὑμῶν ἀτελεύτητον τάφον, καὶ ἅπερ ἑκουσίως δι᾽ ἐμὲ βαστάζετε στίγματα, νικῶ τὸν θυμὸν εὐσπλαγχνίᾳ, καὶ προλαμβάνω τὴν ὑμῶν διὰ ταύτην πρεσβείαν.