Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἐργάτας τῆς ἑνδεκάτης ὥρας

Ἰωάννης ὁ Χρυσόστομος

Η απόδοση του μισθού και η αλληγορική ερμηνεία των ωρών

Ερμηνεία της απόδοσης του μισθού, ταύτιση του επιτρόπου με το Άγιο Πνεύμα και αλληγορική εξήγηση των ωρών της παραβολής ως των διαδοχικών ηλικιών του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Καὶ τί φησίν; «Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης», τῆς τοῦ κόσμου συντελείας, «λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ ...» Τίς ὁ ἐπίτροπος; Ὁ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὁ τὰ δεσποτικὰ διανέμων χαρίσματα. Ἔχεις ἀσύγχυτον τὸν τῆς πίστεως θησαυρόν; Ἀσφαλίζου αὐτόν. Μὴ πλανηθῇς ὡς πολλοί, καὶ τὸν ἐπίτροπον οἰκοδεσπότην ὁμολογήσῃς ποτέ. «Λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν». Ὢ τοῦ θαύματος! Δι᾽ ἑαυτοῦ τὸν μισθὸν συνεφώνησεν, δι᾽ ἑαυτοῦ τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα ἀπέστειλεν, καὶ τὸν μισθὸν τοῖς ἐργάταις ἀποδοῦναι τῷ ἐπιτρόπῳ παρακελεύεται, ἵνα καὶ τὴν ἑαυτοῦ φανερώσῃ ὑπεροχὴν καὶ τὴν ἀσύγχυτον τάξιν δείξῃ τοῦ πνεύματος. «Ἀπόδος αὐτοῖς τὸν μισθόν», ἐκεῖνον ὃν ἐγὼ συνεφώνησα, «ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων», ἵνα μήτε ἐν αὐτῇ τῇ ἀποδόσει ὡς ἔσχατοι μέλλωσιν ἀθυμεῖν καὶ τοῖς λογισμοῖς ταλαντεύεσθαι. Ἆρα καὶ ἡμῖν τοῖς ἐσχάτοις τὸν συμφωνηθέντα τοῖς πρώτοις δώσει μισθόν; «Καὶ ἐλθόντες οἱ ἔσχατοι ἔλαβον ἀνὰ δηνάριον. Ἐλθόντες δὲ καὶ οἱ πρῶτοι, ἐνόμισαν ὅτι πλείονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον, καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου». Οὐ κατὰ τοῦ ἐπιτρόπου.

Ἀκριβῶς γὰρ ἠπίσταντο ὅτι οὐκ ἔχει ἐξουσίαν ὁ ἐπίτροπος ἢ προσθήκην ἢ μείωσιν ποιῆσαι τῷ συμφωνηθέντι μισθῷ. «Ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου· Ὅτι αὐτοὶ οἱ ἔσχατοι μίαν ὥραν εἰργάσαντο, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα». Βάρος τῆς ἡμέρας λέγουσιν τὴν βαρυτάτην ἐν τῷ νόμῳ διαγωγήν, καὶ τὸν καύσωνα τὴν αὐστηρίαν τὴν νομικήν. «Ὁ δὲ πρὸς ἕνα τῶν γογγυζόντων φησίν· Ἑταῖρε, οὐκ ἀδικῶ σε» (Ἑταῖρόν σε φημὶ διὰ τὴν κοινωνίαν τοῦ σώματος). «Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ δοῦναι ὡς καὶ σοί». Σοὶ ἀποδίδωμι ἐπειδὴ χρεωστῶ σοι μισθόν. Τούτῳ δὲ δίδωμι· χάριτι γάρ ἐστιν σεσωσμένος καὶ οὐ μισθῷ.

Ἐξέρχεται καὶ νῦν διὰ τῶν προφητικῶν καὶ ἀποστολικῶν καὶ εὐαγγελικῶν κηρυγμάτων πάντας εἰς τὸν πνευματικὸν ἀμπελῶνα μισθούμενος. «Ἐξέρχεται ἅμα πρωΐ», ἐν τῇ ἡλικίᾳ τῆς νηπιότητος. «Ἐξέρχεται περὶ τὴν ὥραν τὴν τρίτην», ἐν τῇ ἀκμῇ τῆς ἑκάστου νεότητος. «Ἐξέρχεται περὶ ὥραν ἕκτην καὶ ἐννάτην», ἐν τῇ μεσότητι καὶ παρακμῇ τῆς ἡλικίας. «Ἐξέρχεται περὶ τὴν ἑνδεκάτην ὥραν», ἐν αὐτῷ τῷ γήρει καὶ τῷ τέλει τῆς ἑκάστου ζωῆς.