Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς κατηχουμένους

Ἰωάννης ὁ Χρυσόστομος

Η κλήση στο πνευματικό στάδιο και η προσέλευση στο βάπτισμα

Αντιπαραβολή του κοσμικού σταδίου με την Εκκλησία, η πρόσκληση του Χριστού στο βάπτισμα και η διάκριση μεταξύ σωτήριας και ολέθριας δίψας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τοὺς κατηχουμένους. Ἐν τοῖς ἔξωθεν σταδίοις πολλοὶ μὲν τοῦ δρόμου ὑπομένουσι κόπον, εἷς δὲ κομίζεται τῆς νίκης τὸν στέφανον· καὶ οἱ μὲν πόνοι τοῦ ἀγῶνος καὶ οἱ ἱδρῶτες πολλῶν, τῆς δὲ χαρᾶς τὸ βραβεῖον ἑνός. Ἐν δὲ τῷ πνευματικῷ τούτῳ τῆς ἐκκλησίας χωρίῳ εἷς μὲν παρὰ πάντων τῆς εὐσεβείας ὁ δρόμος, ἰσάριθμοι δὲ τῶν τρεχόντων οἱ στέφανοι. Καὶ ξένον οὐδέν· ἀνενδεὴς γάρ τις βραβευτὴς καὶ πλούσιος ἵσταται μέσος τῶν ἀγωνιζομένων Χριστὸς, ἑκάστου μὲν τὴν προθυμίαν ὡς δρόμον δεχόμενος, ἐπίσης δὲ τὰς τιμὰς εὐτρεπίζων. Οὐ γὰρ προτιμᾶται τὸν δυνάστην, καὶ παρορᾷ τὸν πτωχεύοντα· οὐ δέχεται τὸν ἔνδοξον, καὶ τὸν ἀσθενῆ παραπέμπεται· οὐ στεφανοῖ πολιὰν, ἐξουδενοῖ δὲ νεότητα· οὐ προσμειδιᾷ τῷ δικαίῳ, προστρέχοντα δὲ τὸν ἁμαρτωλὸν ὑποβλέπεται· ἀλλὰ πᾶσιν ἴσως ἐφαπλοῖ τῶν οἰκτιρμῶν τὴν σαγήνην, πάντας ὁμοίως ἐφέλκεται τῷ τῆς εὐσεβείας δικτύῳ. Κοινὸν γὰρ πᾶσι προστέθεικε· καὶ ὡς ἀρτίως ἠκούσαμεν, φιλανθρωπίας διάταγμα μεγαλοφώνως βοᾷ· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Δεῦτε πάντες οἱ τὴν ἁλμυρὰν ταύτην τοῦ βίου διαπλέοντες θάλασσαν, ἐμοὶ τῆς σωτηρίας τοὺς οἴακας ἐμπιστεύσατε· ἔχω τέχνην διαβολικαῖς ἀντιπαλοῦσαν σπιλάσιν· ἐμπορίαν ὑμῖν ἀκλυδώνιστον προξενῶ σωτηρίας.

Δεῦτε πάντες· πολὺς ἐπίκειται τῆς ἁμαρτίας χειμών· ἔστι μοι κολυμβήθρας λιμὴν ἀνθρώπους σώζων, τὸν δὲ διάβολον ἀποπνίγων. Ὢ κλήσεως τὴν ἁμαρτίαν γυμνούσης! ὢ φωνῆς πᾶσαν τὴν τοῦ δαίμονος ἁρπαζούσης οὐσίαν! ὢ φαρμάκου πρὸς ἕκαστον τῶν νοσούντων βαδίζοντος! ὢ δωρεᾶς ῥεούσης τοῖς βουλομένοις ἀκώλυτα! ὢ πηγῆς πάντας τοὺς διψῶντας ζωὴν ἐπειγομένης ποτίζειν! Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· εἴ τις διψᾷ τῆς σωτηρίας τὰ νάματα, εἴ τις τοῦ ὕδατος τοῦ ζῶντος ἐπιθυμεῖ, εἴ τις πρὸς τὴν ἀληθῆ διαλέγεται γνῶσιν, εἴ τις διψᾷ τῆς εὐσεβείας τὸ δίψος. Ἐδίψησε γὰρ καὶ Ἰούδας τῆς προδοσίας τὸ δίψος· ἐδίψησε γὰρ καὶ Ἡρώδης τῶν νηπίων τὸν ὄλεθρον, ἐδίψησεν ἡ Συναγωγὴ τοὺς φόνους τῶν προφητῶν, ἐδίψησεν Ἰεζάβελ τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ, ἐδίψησεν ἡ Δαλιδὰ τοῦ Σαμψὼν τὴν ἀσθένειαν, ἐδίψησεν Ἡρωδιὰς τοῦ Προδρόμου τὸ αἷμα, ἐδίψησαν τὸν Σωτῆρα Ἰουδαῖοι· ἀλλ᾽ ἐδίψησαν δίψος πρόξενον ἀπωλείας, ἐδίψησαν δίψος παρεκτικὸν πυρετοῦ, ἐδίψησαν δίψος κολάσεως αἴτιον.

Ἀλλ᾽ εἴ τις διψᾷ, ὡς ἐδίψησε Ζακχαῖος τὴν ἐμὴν θεωρίαν, ὡς ἐδίψησε τὴν θεραπείαν αἱμόῤῥους, ὡς ἐδίψησε πόρνη πλυθῆναι τὰς ἁμαρτίας, ὡς ἐδίψησε Ματθαῖος τοῦ εὐαγγελιστοῦ τὸ ἀξίωμα, ὡς ἐδίψησεν ὁ λῃστὴς τὸν παράδεισον, ὡς ἐδίψησε Θωμᾶς τὴν ζωοποιὸν τραυμάτων ψηλάφησιν, ὡς ἐδίψησεν ὁ τῆς Αἰθιοπίας εὐνοῦχος τὸ βάπτισμα, ἐφ᾽ ὃ πυρακτούμενος ἐβόα πρὸς τὸν Ἀπόστολον· Ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι;