Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς κατηχουμένους
Ο πνευματικός αγώνας, η ελεημοσύνη και η μέλλουσα Κρίση
Η παρουσίαση του Χριστού ως συναγωνιστή, η σημασία της ελεημοσύνης και της ευσέβειας, και η εσχατολογική ανταπόδοση των πράξεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο πνευματικός αγώνας, η ελεημοσύνη και η μέλλουσα Κρίση
Η παρουσίαση του Χριστού ως συναγωνιστή, η σημασία της ελεημοσύνης και της ευσέβειας, και η εσχατολογική ανταπόδοση των πράξεων.
Τῶν Δεσποτικῶν ἐρασθῶμεν στεφάνων· σὺν προθυμίᾳ πολλῇ τοῦ βίου τὸ στάδιον δράμωμεν, αὐτὸν ἔχοντες συνεργοῦντα πρὸς τὸν ἀγῶνα τὸν ἀγωνοθέτην Χριστόν. Τοῖς γὰρ ἀγαπῶσι, φησὶ, τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Καὶ τὸ θαυμαστότερον ἄκουσον· Ἐν τῷ καιρῷ τοῦ ἀγῶνος ὁ Δεσπότης συναθλεῖ τοῖς παλαίουσι, καὶ ἐν τῇ ὥρᾳ τῆς νίκης βραβευτὴς προκαθέζεται, πρὸς πάλην ἀλείφει, καὶ μετ᾽ ὀλίγον τοὺς στεφάνους αὐτὸς ἐπιτίθησι· συμπαλαίει, τῷ κάμνοντι χαρίζεται δύναμιν, παρέχει τῆς νίκης τὰς ἀφορμὰς, καὶ μετ᾽ ὀλίγον ὡς νικητῇ τοὺς μισθοὺς ἀποδίδωσι. Πόθεν τοῦτο δῆλον;
Ἄκουσον τοῦ Δαυῒδ κεκραγότος· Μετ᾽ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν. Ὢ φιλανθρωπίας ἀφράστου! ὢ τῆς ὑπὲρ πάντα λόγον χρηστότητος! Βλέπε γὰρ ὅπερ λέγει ὁ Δεσπότης· Ἐν τῷ καιρῷ, φησὶ, τῆς θλίψεως μετ᾽ αὐτοῦ εἰμι, τὴν ἀνάγκην συμμερίζομαι, ἐξαρπάζω τοῦ κινδύνου. Ταῦτα πάντα ποιῶ συναγωνιζόμενος. Εἶτα λοιπὸν ὡς βραβευτὴς καὶ Δεσπότης τὴν φιλοτιμίαν προτίθημι λέγων· Δοξάσω αὐτὸν, μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν. Τοῦτο ποιεῖν εἴωθεν ὁ Δεσπότης καὶ ἐπὶ τὸν εὐμετάδοτον· κοιλαίνει τὴν χεῖρα τῷ πένητι δεχομένῳ τὴν εὐποιίαν. Ὅταν ἀκούσῃς Χριστοῦ χεῖρα, νόει τὴν παλάμην τὴν βαστάζουσαν τῆς οἰκουμένης τὰ πέρατα. Ἐκτείνει τοίνυν τὴν δεξιὰν ἀποῤῥήτως, λάθρα τοὺς ὀβολοὺς ὑποδέχεται, σημειοῦται τοῦ διδόντος τὸ πρόσωπον, ἐπὶ γῆς τὴν εὐεργεσίαν λαμβάνει, καὶ ἐν οὐρανῷ τὰς ἀμοιβὰς εὐτρεπίζει.
Καὶ πῶς, καὶ πότε ποιεῖται τὴν ἀντίδοσιν; Ὅταν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὑτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, καθὼς ἀφορίζει ὁ ποιμὴν τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ τίθησι τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὑτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὑτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· ηὕρασθε γὰρ τὸν δικαστὴν ὀφειλέτην· μὴ φοβεῖσθε τὸν θρόνον, ἀλλ᾽ ὡς εὐεργετημένῳ τῷ καθημένῳ προσδράμετε· ὅπερ ἐξεθέμην ὑμῖν προφέρω χειρόγραφον· οὐ κρύπτω τὴν εὐεργεσίαν, ἵνα μὴ ζημιωθῆτε τὴν φιλανθρωπίαν· οὐκ ἀρνοῦμαι τὴν δόσιν· πρὸς γὰρ τὴν ἀνταπόδοσιν σπεύδω.
Δεῦτε ὑμεῖς, τὸν σπόρον τῶν οἰκτιρμῶν ἐπεδείξασθε, ἐγὼ τὸ θέρος τῆς χαρᾶς ὑμῖν προητοίμασα. Εἰπὲ, Δέσποτα, τὴν αἰτίαν. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Μηδεὶς οὖν ὡς ἄπορον παραπεμπέτω τὸν πένητα· πεινῶντα γὰρ παρορᾷ τὸν Δικαστὴν τῶν μελλόντων αἰώνων. Κτησώμεθα τοίνυν χρεώστην τὸν μέλλοντα κρίνειν ἐκεῖ. Ὁ ἐλεῶν γὰρ, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Τῆς ἐκ δεξιῶν μερίδος ἄξιοι γενέσθαι σπουδάσωμεν, μισήσωμεν τὴν βδελυρὰν τῶν ἐρίφων συγγένειαν, τῶν ἀρνῶν τὴν κοινωνίαν μεταδιώξωμεν· ἔχομεν γὰρ ἐξουσίαν τὴν ἐπιλογὴν τοῦ βελτίονος. Διὰ τοῦτο γὰρ ἡμῖν ὁ κριτὴς προηγόρευσε Δεσποτικὸν ἐκεῖνο καὶ φοβερὸν δικαστήριον, καὶ αὐστηρίαν τῆς ἀποφάσεως, ἵνα τὸ κακῶς παθεῖν ἐκ τοῦ μαθεῖν τὴν ἀπειλὴν ὑπεκκλίνωμεν.
Μὴ παραδράμωμεν τὸ τοῦ Παύλου παράγγελμα τὸ φάσκον· Πορισμὸς μέγας ἡ εὐσέβεια. Οὐχ ὑπόκειται λογοθεσίῳ (ἐν καιρῷ δὲ νοεῖ Δικαστοῦ αὐστηρίαν)· οὐ δέδοικε κατήγορον ἐπὶ τοῦ θρόνου κραυγήν· οὐκ ἐκδέχεται κατάγνωσιν, ἀλλ᾽ ἀναμένει παράκλησιν· ἔστι γὰρ ἀνενδεὴς ἀπόλαυσις ἀγαθῶν, ἀναφαίρετος πλοῦτος, τιμὴ ἀδιάδοχος, κέρδος ἀταμίευτον, προβαδίζον βοήθημα, συνοδεύουσα χάρις, θεραπεία καρδίας, ψυχῆς ἀγαλλίασις, συνειδότος γαυρίαμα, ἀπολογία εὐπρόσιτος, ἀφορμὴ παῤῥησίας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.