γʹ. Ἀκουέτωσαν μητέρες ταῦτα, ζηλούτωσαν τὴν ἀνδρείαν τῆς γυναικὸς, τὴν περὶ τὰ ἔγγονα φιλοστοργίαν· οὕτω τρεφέτωσαν τὰ παιδία· οὐ γὰρ τὸ τεκεῖν μητρὸς, τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ θρέψαι μητρὸς, τοῦτο γὰρ τῆς προαιρέσεως. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν ποιεῖ μητέρα, ἀλλὰ τὸ θρέψαι καλῶς, ἄκουσον τοῦ Παύλου στεφανοῦντος τὴν χήραν οὐ διὰ τὸν τόκον, ἀλλὰ διὰ τὴν τροφὴν τῶν παιδίων. Εἰπὼν γὰρ, Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, τὸ κεφάλαιον τῶν ἀγαθῶν ἔργων ἐπήγαγεν. Τί δὲ τοῦτό ἐστιν; Εἰ ἐτεκνοτρόφησε, φησίν· οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν, ἀλλ᾽, Εἰ ἐτεκνοτρόφησεν. Ἐννοήσωμεν τοίνυν τί πάσχειν εἰκὸς τὴν γυναῖκα, εἴ γε γυναῖκα δεῖ αὐτὴν καλεῖν, ὁρῶσαν δακτύλους σπαίροντας ἐπὶ τῶν ἀνθράκων, κεφαλὴν ἐξαλλομένην, σιδηρᾶν χεῖρα ἐπιβαλλομένην ἑτέρου παιδίου κεφαλῇ, καὶ τὴν δορὰν ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον. Πῶς διῆρε στόμα; πῶς ἐκίνησε γλῶτταν; πῶς οὐκ ἀπέπτη τῆς σαρκὸς ἡ ψυχή; Πῶς, ἐγὼ λέγω. Οὐχ ἑώρα πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὰ μέλλοντα παρεσκευάζετο πάντα· ἓν ἐδεδοίκει μόνον, μὴ φείσηται καὶ προκαταλύσῃ τὸν ἀγῶνα ὁ τύραννος, μὴ διασχίσῃ τὸν χορὸν τῶν παιδίων, μὴ μείνωσί τινες ἀστεφάνωτοι.